Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Διὸ πρὸ παντὸς ζητήματος ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρὶ, ἴνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀποκληρώσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς· καὶ μή τοι νομίσῃς, ὅτι ἐὰν πάντων τῶν ποτὲ γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ἦς, ἐλπίδος τυχεῖν δυνήσῃ ποτέ· ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιΐα, ὁπότ’ ἂν ὡς ὁ θεὸς ἐκέλευσε γίνηται. σὺ δὲ εἰ οὐ θέλεις, ὡς ἐκείνῳ ἔδοξεν, βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν, ἐχθραίνεις τῇ ἐκείνου βουλῇ. ἀλλ’ ἴσως ἐρεῖς· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις· δεύτερον δὲ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ, ἄλλως δὲ ἀδύνατον· οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγον εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ πνεύματος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρόσελθε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς

ὁρμὴν σβέσαι δύναται· καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν.

Ταῦτα αὐτοῦ εἰπόντος ἀπεκρινάμην· ἤδη εὐχαριστῷ τῷ θεῷ καὶ πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, ὅτι ὡς ἐβουλόμην πληροφορηθῆναι, οὕτω μοι παρέσχεν. πλὴν περὶ ἐμοῦ τὸ λοιπὸν ἀμέριμνος ἴσθι, ὅτι οὐπώποτε ἐνδοιάσω πρός τι τῶν ὑπὸ σοῦ λαληθέντων, ὥστε κύριέ μου Πέτρε μὴ ἀθύμει, ὡς ἀναισθήτῳ μέγιστα δωρούμενος ἀγαθά. οἶδα γὰρ, ὅτι ἔν ἔστιν, ὃ βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· αἰσθάνομαι γὰρ τοῦ δοθέντος μοι διὰ τάχους χαρίσματος. ταῦτά μοι εἰπόντος ὁ Πέτρος ἔφη· χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας, καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. πλὴν νήστευσον τριῶν μηνῶν ἡμέρας καὶ λαμβάνεις τὸ ἅγιον βάπτισμα· ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα τὸν μάγον διάλεξις· καὶ μὴ ὀκλάσῃς παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. καὶ ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν, ἰδίαν κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας, ἐπήγαγε λέγων· δῴη σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντα τῆς αὐτῆς τοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν· ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.

Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης ἔτι τῆς νυκτὸς οὔσης διϋπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον, οἳ ἦσαν δέκα καὶ ἓξ, ὧν καὶ τὰ ὀνόματα ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῷς καὶ τίνες ἦσαν· πρῶτος Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, καὶ Αἰνέας ὁ ἱερεὺς, καὶ Λάζαρος ὁ ἱερεὺς, ὃν ἀνέστησεν ἐκ νεκρῶν τετραήμερον ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ Ἐλισσαῖος καὶ Βενιαμὶν ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμμινοὶ, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι, πλὴν εἰσῆλθον κἀγὼ, καὶ προσαγορεύσας ἐκαθέσθην αὐτοῦ κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐγκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἐξύπνισέ με, ὅπως τὸν λόγον ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων, ἡσυχάζειν εἴασεν. ὁπόταν γὰρ ἡ ψυχὴ περὶ τὸ λεῖπον τῷ σώματι ἀσχολεῖται, τὰ προσφερόμενα μαθήματα οὐ κατ’ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι οὔτε διά τινα συμφορὰν λυπουμένοις ἢ ἀμέτρως ὀργιζομένοις, ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις, ἢ τὸ σῶμα καταπεπονημένοις, ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχὴ, ὡς ἔφην, ὑποπίπτουσα καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα τὴν ἑαυτῆς φρόνησιν ἀσχολεῖ.

Καὶ μὴ λεγέτω τις· οὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσι. φημί· εἰ μὲν ἀνύει τις, προσφερέτω· εἰ δὲ μὴ, τῷ καιρῷ εἰξάτω· ἐγὼ γὰρ οἶδα, ὅτι πάντα καιρὸν ἴδιον ἔχει. διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ῥωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἳνα εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προωπλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ αὐτῷ διὰ γνώμης ἀγαθῆς ὄντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν. πάντες μὲν οὖν

ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθὲς, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες, μὴ δεόμενοι θείας διδαχῆς, ἐνηδρεύθησαν· τοῦτο ὅπερ πεπόνθασι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ βαρβάρων οἱ σπουδαιότεροι. ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο τὸ ὅπως ποτὲ παραστᾶν αὐτοῖς τοῦτο ἀληθὲς εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν, παρὰ τῆς αὐτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται· ὅθεν, ὦ φίλε Κλήμη, εἴ γε τὰ τῷ θεῷ διαφέροντα γνῶναι θέλεις παρὰ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδε τὴν ἀλήθειαν· τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.

Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν, οὗ κόσμος ἔργον· ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ. ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν, καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιοτεύσαντες, κακουχηθέντες βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πολὺ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν δίκαιός ἐστιν, οὐκ ἄλλως δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἳνα μετὰ τὸ ἀπολαβεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει ὁ μὲν κακὸς, ὡς ἐνταῦθα ἀπολαβὼν τὰ ἀγαθὰ, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων τῶν ἀγαθῶν κληρονόμος καταστῇ. ὅτι τοίνυν ὁ θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν καὶ ὅτι κρίσις γίνεται, καὶ ὅτι αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ Σίμωνι δοκεῖ, τὸ δίκαιον εἶναι θεῷ μὴ θέλοι δοῦναι, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται, ἢ καὶ τὸ γενέσθαι δύνασθαι; τῆς γὰρ ῥίζης τῶν ὅλων τοῦτο οὐκ ἐχούσης, ἀνάγκη πᾶσα νοεῖν, ὅτι τῇ τῶν ἀνθρώπων φύσει ὡς ἐν καρποῖς εὑρεῖν ἀδύνατον. εἰ δὲ ἔστιν εὑρεῖν ἐν ἀνθρώποις, πόσῳ μᾶλλον ἐν θεῷ; εἰ δὲ οὐδαμοῦ οὔτε παρὰ θεῷ, οὔτε παρὰ ἀνθρώποις ἔστιν εὑρεῖν τὸ δίκαιον, πάντως οὐδὲ τὸ ἄδικον. ἀλλ’ ἔστιν τὸ δίκαιον. δικαιοσύνης γὰρ οὕσης, τὸ ἄδικον λέγεται, ὥσπερ παραβαλλομένης τῆς δικαιοσύνης αὐτῇ καὶ ἐναντίως ἔχειν εὑρισκομένης, ἀδικία λέγεται.