Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ταῦτά μοι λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγον βραχέα κατηχήσας με, ὅσον ἐν ὀλίγαις ἡμέραις, σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοέθνεσι συνεῖναι θέλων φανερῶς δή μοι ἀποκαλύψας.

Ἐμοῦ μὲν γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος θεοῦ οὓς ἤκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον· αὐτὸς ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξαυτῆς μοι σύμπλευσον· εἰ δὲ οὐ βούλει, τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις, ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῆς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ, ἅπερ ἔλεγεν σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριον τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξαυτῆς ἂν συνέπλεον σοι· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἠγουμένοις, ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

Ἡμερῶν δὲ διατρίψας καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθεὶς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου ἔμαθον, ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος, ὁ δοκιμώτατος ὑπάρχων μαθητὴς, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν· καὶ ὅμως ἕμαθον, καὶ τῷ πυλῶνι ἐπέστην· οἱ δὲ ἐν τῷ οἴκῳ ἀντέβαλλον, τίς τε ὢν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἅμα τοῦ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος λέγων μοι· οὑτός ἐστι Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως ἔλεγον πάντα τὰ κατὰ σὲ καλὰ ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρον σε διᾶ τῶν ἐμῶν προσφέρω χειρῶν· καὶ τοῦτο εἰπὼν προσενέγκας ἔφη· οὑτός ἐστι Κλήμης, Πέτρε.

Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησε, καὶ καθεσθῆναι με ποιήσας ἐξάυτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῇς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντος θεοῦ μεγαλοφρόνως, οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν ὄντα ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὺν ἦθος· πάντα γὰρ τὰ κατὰ σε ὁ ἀψευδὴς ἀπήγγειλε Βαρνάβας, σχεδὸν καθ’ ἡμέραν τὴν ἀγαθήν σου ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ φίλῳ τὸ προκείμενον ἐρῶ· εἰ μή σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι, μέλλω μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει, λέγε.

Κἀγὼ ἐξεθέμην τὴν ἀπ’ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἐγὼ δὲ ἔλεγον· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως χαίρων θέλω· πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι

φορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει, ἢ ἀθάνατός ἐστι· καὶ εἰ ἀΐδιος οὖσα περὶ ὧν ἕπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἴ τί ποτέ ἐστιν δίκαιον ἢ ἀρέσκον θεῷ· καὶ εἰ γέγονε κόσμος, καὶ διὰ τί γέγονε· καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἳνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ Πέτρος πρὸς ταῦτα ἀπεκρίνατο· συντόμως σοι, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξαυτῆς ἄκουσον.

Ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδῆλῳ γέγονε κατὰ πολλοὺς τρόπους τοῖς ἀνθρώποις. τὰ μὲν πρῶτα διὰ τὸ κρατηθῆναι αὐτοὺς εὶσαγωγῇ κακῇ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ· καὶ διὰ ταῦτα πλάνη, ἔπειτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλήσασθαι φιλαλήθει λογισμῷ παρὰ τοῦ μόνου ἀγαθοῦ κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαβεῖν, ἳνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ προσιὼν ἀνοίξαι θύραν δυνηθῆ. ὥστε τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνόν. ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν, τὸν πρὸ τῶν αἰώνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα, καὶ εἰς τὸ πνεῦμα τὸ πανάγιον, τὸ ἐξ αὐτοῦ ἀῤῥήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αἰώνιον, αΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἁπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερίληπτον, ἀκατάληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτισμάτων δημιουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν, καὶ οὕτως ἀναγεννηθέντες δ’ ὕδατος καὶ πνεύματος, συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.