Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Εὐχαριστῶ τῷ θεῷ ἀληθινῷ καὶ παντοκράτορι, ὃς διὰ τοῦτό με τετύφλωκεν, ἵνα ὄψωμαι αὐτὸν, καὶ διὰ τοῦτο τὴν ἀκοὴν ἀφείλετό μου, ἵνα ἐν ᾧ τὴν ἀλήθειάν ποτε δι’ ἄγνοιαν κατεγέλων, ἐν αὐτῇ ἀκούσας δέξωμαι· καὶ τοῦτο μὲν ἐνόμιζον ψευδὲς ὑπάρχειν, ὅπερ ἦν ἀληθές. ἐδόκουν δὲ τὸ ἔμπαλιν ἀληθὲς, ὃ ψευδὲς ἐτύγχανεν· τὸ σκότος ἐνόμιζον φῶς, καὶ τὸ φῶς σκότος ὑπελάμβανον. ἀλλ’ ἐκαθαρίσθη ὁ νοῦς μου ἐκ τοῦ μολυσμοῦ τῆς εἰδωλομανίας. ἀληθῶς γὰρ ἐπέγνων τοὺς δαίμονας ἐξαπατῶντας τοὺς
ἀνθρώπους, ὅπως τῶν μὴ πιστευόντων τὸν Χριστὸν εἶναι θεὸν κυριεύσωσιν πέτραι καὶ λίθοι κωφοὶ καὶ ἄλαλοι, ὥσπερ κἀμοῦ ἐπεκράτησαν μέχρι τῆς δεῦρο. ταῦτα καὶ τὰ παραπλήσια τούτοις τοῦ Σισιννίου εἰπόντος χαρὰ μεγάλη γέγονεν ἐπίστευσεν γὰρ σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἐπιδεδωκὼς τὸ οἰκεῖον ὄνομα προσεγγίσαντος τοῦ πάσχα ἐβαπτίσθη αὐτὸς καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. ἠριθμήθησαν δὲ οἱ βαπτισθέντες ἄνδρες τε καὶ γυναῖκες σὺν τοῖς νηπίοις τετρακόσιοι εἴκοσι τρεῖς· διὰ τοῦτον δὲ τὸν Σισίννιον πολλοὶ τῶν περιφανῶν καὶ φίλων Νέρουα τοῦ βασιλέως ἐπίστευσαν καὶ πρὸς τὸν θεὸν ἐπεστράφησαν.Κατ’ ἐκείνου δὲ καιροῦ ὁ κόμης τῶν ὀφφικίων Πούβλιος Τορκουτιανὸς ἑωρακὼς ἀναρίθμητον πληθὺν τῷ Χριστῷ πιστεύσασαν προσεκαλέσατο τοὺς προστάτας τῶν ῥεγεώνων, καὶ δεδωκῶς αὐτοῖς χρήματα ἔπεισεν αὐτοὺς, ἵνα τάραχον κινήσωσιν τῷ χριστιανικῷ ὀνόματι.
Διοικοῦντος τοίνυν Μαμερτίνου τοῦ ἐπάρχου τὸν πολιτικὸν θρόνον στάσις γέγονεν τοῦ Ῥωμαίων δήμου ἐπ’ ὀνόματι τοῦ Κλήμεντος. καὶ πρὸς ἀλλήλους συγχυθέντες ἄλλος ἄλλο κατ’ αὐτοῦ ἔλεγον, τινὲς δὲ ἀντέλεγον· τί γὰρ κακὸν ἔπραξεν, ἢ τί τῶν καλῶν οὐ κατώρθωσεν; ὅστις γὰρ ἄῤῥωστος παρ’ αὐτοῦ ἐπεσκέφθη, ἰάσεως ἔτυχεν· ὅστις πρὸς αὐτὸν λυπούμενος ἀπῆλθεν, χαίρων ἀνεχώρησεν· οὐδένα ποτὲ ἔβλαψεν, πάντας δὲ ὠφέλησεν. ἄλλοι δὲ πνεύματι διαβολικῷ ἐκκαυθέντες ἔκραζον· γοητικαῖς τέχναις ταῦτα ποιῶν τῶν θεῶν ἡμῶν τὴν λατρείαν ἀνατρέπει· τὸν Δία λέγει μὴ εἶναι θεὸν, Ἡρακλέα δὲ τὸν ἡμέτερον φύλακα, ἀκάθαρτον εἶναι λέγει πνεῦμα· Ἀφροδίτην τὴν ὁσίαν, πόρνην γεγονέναι ὑποτίθεται· Ἑστίαν δὲ τὴν μεγάλην θεὰν πυρὶ καταναλῶσθαι βλασφημεῖ. ὡσαύτως δὲ καὶ τὴν εὐαγεστάτην Ἀθηνᾶν, Ἄρτεμίν τε καὶ Ἑρμῆν, ἅμα τε τὸν Κρόνον, καὶ τὸν Ἄρεα διαβάλλει. πάντα τε τὰ ὀνόματα τῶν ἡμετέρων θεῶν καὶ τοὺς ναοὺς καθυβρίζει. ἢ θύσει τοῖς θεοῖς ἡμῶν, ἢ αὐτὸς ἐξαλειφθείη.
Τότε Μαμερτῖνος ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων τὴν στάσιν τοῦ δήμου ἐκέλευσεν πρὸς ἑαυτὸν ἀχθῆναι τὸν μακαριώτατον Κλήμεντα, ὅνπερ θεασάμενος ἤρξατο λέγειν· ἐξ εὐγενοῦς μὲν ῥίζης προελήλυθας, ὅπερ ἡμῖν ἡ τῶν Ῥωμαίων πληθὺς μαρτυρεῖ· ἀλλὰ πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐ φέρουσιν σιωπᾶν, ἐπειδὴ οὐκ οἶδα τίνα Χριστὸν σέβῃ καὶ ἐναντία τῶν θεῶν ἀποδέχῃ. διὸ ἀποθέσθαι σε δεῖ πάσαν τὴν περιττὴν δεισιδαιμονίαν, καὶ τοῖς ἐξ ἔθους ἡμῖν θεοῖς λατρεύειν. τότε ὁ μακάριος Κλήμης ἔφη· ηὐχόμην τὴν τῆς σῆς ὑπεροχῆς φρόνησιν προσανέχειν μου τῇ ἀπολογίᾳ καὶ μὴ διὰ τὴν στάσιν τῶν ἀπαιδεύτων, ἀλλὰ διὰ τὸν ἐμὸν λόγον γράψασθαί με. ἐπεὶ ἐὰν κύνες ἡμᾶς πολλοὶ περιυλάξωσιν, μὴ δύνανται ἀφελέσθαι καὶ τὸ εἶναι ἡμᾶς μὲν λογικοὺς ἀνθρώπους, ἐκείνους δὲ κύνας καθυλακτοῦντας· καὶ γὰρ ἡ στάσις ἀεὶ παρὰ ἀπαιδεύτων προερχομένη διαδείκνυται, ὥστε μηδὲν ἀσφαλὲς ἔχειν, μήτε μὴν ἀληθές. ὅθεν σιγῆς ζητείσθω πρόφασις, ἐν ᾗ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ὁ λογικὸς ἄνθρωπος καὶ καθ’ ἑαυτὸν βουλεύεσθαι καὶ διαλέγεσθαι ἀπάρξηται, ἵνα τὸν ἀληθῆ θεὸν εὕροι, ᾧ τὴν ἑαυτοῦ πίστιν σεμνοπρεπῶς παράθοι.
Τότε Μαμερτῖνος ὁ ἔπαρχος ἀποστείλας ἀναφορὰν Τραϊανῷ τῷ αὐτοκράτορι ἀνήγαγεν περὶ τοῦ ὀνόματος τοῦ μακαρίου Κλήμεντος φάσκων· τοῦτον τὸν Κλήμεντα στασιώδεσι κραυγαῖς ζητῶν ὁ δῆμος οὐ παύεται, καὶ ἀξιόπιστος ἀπόδειξις εἰς τὰ κατ’ αὐτοῦ εὑρεθῆναι οὐ
δύναται. τηνικαῦτα Τραϊανὸς ὁ αὐτοκράτωρ ἀντέγραψεν, δέον αὐτὸν ἢ συναινεῖν θύοντα, ἢ πέραν τῆς θαλάσσης καὶ τοῦ Πόντου ἐν ἐρήμῳ πόλει παρακειμένῃ τῇ Χερσῶνι ἐξορισθῆναι.Καὶ ὁπότε τὸ τοῦ Τραϊανοῦ κέλευσμα ἐπεκυρώθη, ἐσκέπτετο ὁ Μαμερτῖνος, ὅπως ὁ Κλήμης ἑκούσιον ὑπερορίαν μὴ αἰτήσηται, ἀλλὰ μᾶλλον τοῖς θεοῖς σπονδὰς προσάξῃ. ἀλλ’ ὁ μακάριος Κλήμης ἠγωνίζετο καὶ αὐτοῦ τοῦ δικαστοῦ τὸν λογισμὸν εἰς τὴν πίστιν τοῦ Χριστοῦ μεταγαγεῖν, καὶ ἑαυτὸν ἀποδεῖξαι προαιρεῖσθαι μᾶλλον τὴν ὑπερορίαν, ἢ δεδίττεσθαι. τοσαύτην τοίνυν ὁ κύριος χάριν τῷ Κλήμεντι παρέσχετο, ὥστε κατοδύρεσθαι Μαμερτῖνον τὸν ἔπαρχον καὶ λέγειν· ὁ θεὸς, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθήσει ἐν ταύτῃ τῇ γραφῇ τῆς ὑπερορίας. καὶ ἀφώρισεν ναῦν, καὶ πάντα τὰ πρὸς τὴν χρείαν ἀναγκαῖα ἐπιβαλὼν ἀπέλυσεν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ λαοῦ εὐλαβεῖς ἄνδρες πολλοὶ ἠκολούθησαν αὐτῷ.