Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ταῦτα ἀκούσας ὁ μακάριος Κλήμης, δάκρυα προχέας προετρέψατο τοὺς συμπαρόντας, ἵνα ὁμοθυμαδὸν παρὰ κυρίου αἰτήσωνται, τῷ ἀνδρὶ αὐτῆς τήν τε ἀκοὴν καὶ τὴν ὅρασιν χαρισθῆναι. θαρσαλέως τοίνυν ὁ μακάριος Κλήμης μετὰ τὴν εὐχὴν συνεπορεύθη τῇ γυναικὶ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ εὗρεν αὐτὸν ἀνεωγμένων αὐτῷ τῶν ὀφθαλμῶν μηδένα ὁρῶντα, οὔτε μὴν λόγου τὸ παράπαν, οὔτε τινὸς ἤχου ἀκούοντα· ἔνθα καὶ συμμιγῆ ὀλοφυρμὸν ἅπαντες περιήχουν, οὐ τινος ὁ Σισίννιος παντάπασιν οὐκ ἠκροᾶτο.
Τότε οὖν ὁ μακάριος Κλήμης τὰ γόνατα πρὸς τὸν θεὸν κλίνας ἔφη· κύριε Ἰησοῦ Χριστὲ, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, διδασκάλῳ δὲ ἐμῷ, καὶ εἰπών· ἅπερ ἂν ἀνοίξῃς ἠνέῳκται, καὶ ἅπερ κλείσῃς κέκλεισται, σὺ κέλευσον, ἵνα διανοιχθῶσιν
τοῦ ἀνθρώπου τούτου αἱ ἀκοαὶ καὶ οἱ ὀφθαλμοὶ, ὅτι σὺ εἶπας· ἅπερ ἄν αἰτήσητε πιστεύοντες λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς αἰῶνα αἰῶνος. καὶ ἡνίκα πάντες εἶπον τὸ ἀμὴν, διηνοίχθησαν εὐθέως οἱ ὀφθαλμοὶ Σισιννίου καὶ αἱ ἀκοαί ἰδὼν δὲ τὸν ἅγιον Κλήμεντα ὁ Σισίννιος ἱστάμενον σὺν τῇ ἑαυτοῦ γυναικὶ ἐξέστη τῇ διανοίᾳ λογιζόμενος, τί ἄρα εἴη τοῦτο, καὶ ὑπονοῶν ὅτι γοητικαῖς τέχναις ἐμπέπαικται, ἤρξατο κελεύειν τοῖς δούλοις αὐτοῦ καὶ λέγειν· κρατήσατε Κλήμεντα τὸν ἐπίσκοπον, διὰ γὰρ τοῦ εἰσελθεῖν πρὸς τὴν γυναῖκά μου τῇ μαγικῇ αὐτοῦ τέχνῃ τὴν πήρωσίν μοι ἐπήγαγεν.Ἐκεῖνοι δὲ οἱ κελευθέντες τὸν Κλήμεντα κατασχεῖν τε καὶ σύρειν τοὺς κειμένους στύλους δεσμοῦντες εἷλκον, ποτὲ μὲν ἔνδοθεν εἰς τὰ ἔξω, ποτὲ δὲ ἐκ τῶν ἔξω εἰς τὰ ἔσω· τοῦτο δὲ καὶ αὐτῷ τῷ Σισιννίῳ ἐδόκει, ὅτι περ τὸν ἅγιον Κλήμεντα δεδεμένον κατέχουσιν καὶ ἕλκουσιν. πρὸς ὃν ὁ ἅγιος Κλήμης ἰδὼν ἔφη· ἡ σκληρότης τῆς καρδίας σου εἰς λίθους ἐτράπη· ἐπειδὴ γὰρ τοὺς λίθους δοξάζεις εἶναι θεοὺς, λίθους σύρειν κεκλήρωσαι.
Ἐκεῖνος δὲ ὡς δῆθεν δεδεμένου τοῦ ἁγίου καυχώμενος ἔλεγεν· ἐγώ σε ποιῶ εἰς ὑπόδειγμα πάντων τῶν γοητῶν ἀναιρεθῆναι. τηνικαῦτα οὖν ὁ ἅγιος Κλήμης δεδωκὼς εὐχὴν καὶ εὐλογήσας τὴν ἐκείνου σύμβιον ἀπῴχετο τοῦτο ἐντειλάμενος αὐτῇ, μὴ παύσασθαι τὸ παράπαν τῆς προσευχῆς, μέχρις ἂν τὴν παρ’ αὐτοῦ ἐπίσκεψιν ὁ Κύριος εἰς τὸν ἄνδρα αὐτῆς καταξιώσῃ ἀναδεῖξαι. κλαιούσῃ τοίνυν καὶ εὐχομένῃ τῇ Θεοδώρᾳ πρὸς ἑσπέραν ἐφάνη τις ἀνὴρ τῇ πολιᾷ αἰδέσιμος καὶ εἶπεν· διά σε ὑγιὴς ἔσται ὁ Σισίννιος, ὅπως πληρωθῇ ὅπερ ἔφη ὁ ἀδελφός μου Παῦλος ὁ ἀπόστολος· ἁγιασθήσεται ὁ ἀνὴρ ὁ ἄπιστος διὰ τὴν γυναῖκα τὴν πιστήν. καὶ ταῦτα εἰπὼν ἐξ ὄψεως αὐτῆς ἀνεχώρησεν. ὅθεν ἀναμφίβολον ὑπάρχει καὶ κατάδηλον, τὸν μακάριον ἐκεῖσε Πέτρον τὸν ἀπόστολον φανῆναι.
Καὶ δὴ ἐξαυτῆς ἐκάλεσεν ὁ Σισίννιος τὴν Θεοδώραν καὶ λέγει αὐτῇ· δέομαί σου, ἵνα ἱκετεύσῃς τὸν θεόν σου τοῦ μὴ ὀργισθῆναί μοι. σὲ γὰρ ζηλοτυπήσας παρεγενόμην καὶ εἰσῆλθον κατόπιν εἰς τὴν ἐκκλησίαν, καὶ διὰ τὸ θέλειν με ὁρᾶν τὰ τελούμενα μυστήρια καὶ ἀκροατὴν εἶναι τῶν λεγομένων, τήν τε ὅρασιν καὶ ἀκοὴν ἀπώλεσα. νυνὶ δὲ ἐπειδὴ ταῦτά με ἀνακτήσασθαι ἡ τοῦ Κλήμεντος ἀπεργάσατο παρουσία, δεήθητι αὐτοῦ, ὅπως ἔλθῃ πρός με καὶ ποιήσῃ με τὴν ἀλήθειαν ἐπιγνῶναι. ἐπεὶ καὶ ἐμοὶ καὶ τοῖς παισίν μου ἀσφαλῶς ἐνομίζετο, τὸν Κλήμεντα δεσμεύειν σὺν τοῖς αὐτοῦ κληρικοῖς καὶ τοῦτον περισύρειν· ἀλλ’ οὗτοι λίθους τε καὶ στύλους δεσμοῦντες ἕλκειν τε καὶ ἀνθέλκειν κατεφαίνοντο.
Τηνικαῦτα οὖν ἡ Θεοδώρα πορευθεῖσα διηγήσατο πάντα, ἅπερ εἶδε καὶ ἅπερ ἐδηλώθη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς τῷ ἁγίῳ Κλήμεντι. παραγενόμενος οὖν ὁ ἅγιος πρὸς τὸν Σισίννιον μετὰ πολλῆς τιμῆς ὑπεδέχθη. παρ’ οὗ ἀκηκοὼς ὅσαπερ πρὸς οἰκοδομὴν ψυχῆς αὐτοῦ συνέτεινεν, ἐπίστευσεν τῷ θεῷ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἤρξατο τοῖς ποσὶν τοῦ ἁγίου Κλήμεντος προκυλινδεῖσθαι καὶ βοᾶν·