Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ἡνίκα δὲ κατέλαβεν τὸν τόπον τῆς ὑπερορίας, ἐν τῇ ἐργασίᾳ τῆς τῶν μαρμάρων λατομίας περαιτέρω δύο χιλιάδων χριστιανοὺς εὗρεν αὐτόθι μακροχρονίῳ γραφῇ καταδικασθέντας. οἵτινες ἑωρακότες τὸν ἅγιον καὶ ἀοίδιμον Κλήμεντα ἅπαντες ὁμοθυμαδὸν μετὰ στεναγμῶν καὶ ὀδυρμῶν προσελθόντες ἔλεγον· εὖξαι ὑπὲρ ἡμῶν, ὅσιε ἱεράρχα, ἵνα ἄξιοι ἀποδειχθῶμεν τῆς παρὰ τοῦ Χριστοῦ ἐπαγγελίας. οὓς ἐγνωκὼς ὁ ἅγιος Κλήμης διὰ τὸν θεὸν ὑπερορισθέντας ἔφη· οὐκ ἀπροσφόρως ὁ κύριός με ἐνταῦθα ἀπεκατέστησεν, ἀλλ’ ἵνα συμμέτοχος γενόμενος τῶν παθημάτων ὑμῶν ἔτι παρηγορίας ὑποτύπωσιν καὶ ὑπομονῆς ἐμπαρέξω.
Ἔμαθεν δὲ παρ’ αὐτῶν, ὅτι ἀπὸ μιλίων ἕξ τὸ ὕδωρ ἐπὶ τῶν ἰδίων ὤμων ἐκόμιζον. αὐτίκα οὖν ὁ ἅγιος Κλήμης προετρέψατο αὐτοὺς λέγων· εὐξώμεθα πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα τοῖς ὁμολογηταῖς τῆς πίστεως αὐτοῦ νομὴν ὕδατος διανοίξῃ· καὶ ὁ πατάξας τὴν πέτραν ἐν γῇ ἐρήμῳ τοῦ Σινᾶ, καὶ ἐῤῥύησαν ὕδατα εἰς πλησμονὴν, αὐτὸς ἡμῖν τὸ ἄφθονον νᾶμα παράσχοι, ὅπως τῇ αὐτοῦ χορηγίᾳ εὐφρανθῶμεν. καὶ δὴ τῆς ἱκεσίας πληρωθείσης ἔνθεν κἀκεῖθεν περιεβλέψατο καὶ εἶδεν ἀμνὸν ἑστῶτα, ὃς τὸν δεξιὸν πόδα ἐκούφισεν, οἷα τὸν τόπον τῷ ἁγίῳ Κλήμεντι ὑποδεικνύς. τότε ὁ ἅγιος Κλήμης ἐννοήσας τὸν κύριον εἶναι, ὃν μόνος αὐτὸς τεθέατο καὶ ἕτερος παντελῶς οὐδεὶς, ἐπορεύθη πρὸς τὸν τόπον καὶ εἶπεν· ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κρούσατε ἐν τῷ τόπῳ τούτῳ. καὶ ἐπειδὴ πάντες ἐν κύκλῳ τοῖς σκαπανίοις ἔσκαψαν καὶ οὐκ αὐτὸν τὸν τόπον, ἐν ᾧ ὁ ἀμνὸς ἔστη, λαβὼν μικρὸν σκαλίδιον ὁ ἅγιος ἐλαφρῷ κρούματι τὸν τόπον τὸν ὑπὸ τὸν πόδα τοῦ ἀμνοῦ ἔκρουσεν, ὅθεν παραχρῆμα πηγὴ ὑπερβλυζούσαις ταῖς φλεψὶν εὐπρεπεστάτη ἀνεφάνη, ἥ τις σὺν ὁρμῇ ἐκχυθεῖσα ποταμὸν ἀπετέλεσεν. τηνικαῦτα ὁ ἅγιος Κλήμης πάντων ἀγαλλιωμένων εἶπεν· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.
Διὰ ταύτην οὖν τὴν φήμην προσέδραμεν πᾶσα ἡ ἐπαρχία, καὶ οἱ ἐληλυθότες ἅπαντες πρὸς τὴν διδαχὴν τοῦ ἁγίου Κλήμεντος ἐπέστρεφον πρὸς τὸν κύριον, ὥστε καθ’ ἡμέραν πεντακόσιοι καὶ περαιτέρω βαπτιζόμενοι ἀνεχώρουν. ἐντὸς δὲ ἑνὸς ἔτους γεγόνασιν· ἐκεῖσε παρὰ τῶν πιστῶν ἑβδομήκοντα πέντε ἐκκλησίαι, καὶ πάντα τὰ εἴδωλα κατεθρύβησαν, πάντες οἱ ναοὶ τῆς περιχώρου καθῃρέθησαν, πάντα τὰ ἄλση ἐπὶ τριακόσια μίλια δι’ ὅλου ἐν κύκλῳ κατεκόπησαν καὶ κατεστρώθησαν.
Τηνικαῦτα οὖν ἐπίφθονον διήγημα διέδραμε πρὸς τὸν βασιλέα Τραϊανὸν, ὡς αὐτόθι πρὸς ἀναρίθμητον πλῆθος ὁ τῶν Χριστιανῶν
ἐπηυξήθη λαός. καὶ ἀπεστάλη παρ’ αὐτοῦ Αὐφιδιανὸς ὁ ἡγεμὼν, ὅστις πλείστους τῶν Χριστιανῶν διαφόροις βασάνοις ἀνεῖλεν. ὁρῶν δὲ τοὺς πάντας τῷ μαρτυρίῳ μετὰ χαρᾶς προσερχομένους παρεχώρησεν τῷ πλήθει, μόνον δὲ τὸν ἅγιον Κλήμεντα ἐπιθύειν βιαζόμενος. καὶ ἰδὼν οὕτως ἱδρυμένον ἐν κυρίῳ καὶ καθόλου μετατεθῆναι μὴ βουλόμενον λέγει τοῖς δημίοις· λαβόντες ἀπαγάγετε αὐτὸν μέσον τῆς θαλάσσης καὶ δήσατε πρὸς τὸν αὐχένα αὐτοῦ ἄγκυραν σιδηρᾶν καὶ ῥίψατε αὐτὸν ἐν τῷ βυθῷ κάτω, ὅπως μὴ δυνηθεῖεν οἱ Χριστιανοὶ ἀνελέσθαι τὸ σῶμα αὐτοῦ καὶ ἀντὶ θεοῦ σέβεσθαι αὐτόν.Τούτου οὖν γενομένου ἅπαν τὸ πλῆθος τῶν Χριστιανῶν ἐν τῷ αἰγιαλῷ παρεστὸς ὠδύρετο. καὶ ἐπὶ τούτοις εἶπον Κορνήλιος καὶ Φοῖβος οἱ μαθηταὶ αὐτοῦ· πάντες ὁμοθυμαδὸν εὐξώμεθα, ἵνα δείξῃ ἡμῖν ὁ κύριος τοῦ μάρτυρος αὐτοῦ τὸ λείψανον. εὐχομένου τοίνυν τοῦ λαοῦ ἐπεχώρησεν ἡ θάλασσα εἰς τὸν ἴδιον κόλπον ἐπὶ τρία σχεδὸν μῖλια· καὶ εἰσελθόντες διὰ ξηρᾶς οἱ λαοὶ εὗρον ἐν σχήματι ναοῦ μαρμαρίνου οἴκημα παρὰ θεοῦ ηὐτρεπισμένον, καὶ αὐτόθι κείμενον τὸ σῶμα τοῦ ἁγίου Κλήμεντος καὶ τὴν ἄγκυραν, μεθ’ ἧς ἐρρίφη, πλησίον αὐτοῦ κειμένην.
Ἀπεκαλύφθη τοιγαροῦν τοῖς μαθηπταῖς αὐτοῦ τοῦ μὴ ἐκβαλεῖν τὸ λείψανον ἐκ τοῦ τόπου· οἷς καὶ τοῦτο ἐχρηματίσθη, ὡς ὅτι ἑκάστῳ χρόνῳ ἐν τῇ ἡμέρᾳ τῆς ἀθλήσεως αὐτοῦ ὑποχωρήσει ἡ θάλασσα ἐπὶ ἑπτὰ ἡμέρας τοῖς ἐρχομένοις ξηρὰν πορείαν παρασχομένη. ὅπερ εἰς ἔπαινον τοῦ ὀνόματος αὐτοῦ εὐδόκησεν ὁ κύριος γενέσθαι μέχρι τῆς σήμερον ἡμέρας. τούτου δὲ γεγονότος πάντα τὰ κυκλόθεν ἔθνη ἐπίστευσαν τῷ Χριστῷ. ἔνθα οὐδεὶς Ἕλλην, οὐδεὶς Ἑβραῖος, οὐδεὶς τὸ παράπαν εὑρίσκεται αἱρετικός. γίνονται γὰρ ἐκεῖσε πλεῖσται εὐεργεσίαι· τυφλοὶ φωτίζονται ἐν τῇ ἑορτῇ αὐτοῦ, δαίμονες ἀπελαύνοντα, ῥιγῶντες ὑγιαίνουσιν, οἱ τοῖς νεφροῖς ἐταζόμενοι καὶ λιθιῶντες μόνῃ τῇ τοῦ λειψάνου αὐτοῦ προσψαύσει καὶ ὕδατος ἁγιασθέντος ῥαντισμῷ καὶ πόσει τοῦ νοσήματος ἀπολύονται, ἀλγυνόμενοί τε νόσῳ οἱᾳδήποτε πρὸς τὴν τοῦ ἱερομάρτυρος καταφεύγοντες βοήθειαν ἰάσεως ἀπολαύουσιν. καὶ διαμένει ἡ δόξα αὐτοῦ καὶ ὁ ἔπαινος εἰς ἀεὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.