Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ἐγὼ μέν τοι Κλήμης καὶ Ἀκύλας καὶ Νικήτης ἐμείναμεν μετὰ τοῦ ἀποστόλου Πέτρου, ἐν τῷ θείῳ κηρύγματι πλείσταις κώμαις καὶ πόλεσιν εὐαγγελιζόμενοι τὸν λόγον τῆς ἀληθείας. Πέτρος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πολλοὺς ἀσθενεῖς θεραπεύσας καὶ δαιμονιῶντας ἰασάμενος, νεκρούς τε πολλοὺς ἀναστήσας τῇ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ δυνάμει, κατὰ πόλεις καὶ χώρας παραλαβών με μέχρι Ῥώμης αὐτῆς κατῆλθεν κἀκεῖ κηρύξαι τὸν τῆς ἀληθείας λόγον. παραγενόμενος δὲ καὶ εἰσελθὼν ἐν τῇ πόλει καθ’ ἑκάστην ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς καὶ ἐν τοῖς οἴκοις τὸν λόγον τῆς ἀληθείας, καὶ πολλοὺς προσήγαγεν διὰ τοῦ ἁγίου βαπτίσματος τῷ Χριστῷ μεγάλους τε καὶ μικρούς, ἔπειτα καὶ τῶν εὐγενίδων γυναικῶν τὰς περιφανεῖς, ὥστε ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν προσδραμεῖν τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι πάντας τῷ θεῷ διὰ τῆς τοῦ ἀποστόλου διδασκαλίας.
Ἀλλὰ Πέτρος ὁ μακάριος τοῦ κυρίου ἀπόστολος, ὁ διὰ τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δι’ αὐτὸ τοῦτο ὑπ’ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν· ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ
πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὃν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοπόρος· ὁ καλὸς καὶ δόκιμος μαθητής· ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς — καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὃ ἐξ ἀνάγκης κἂν βραδὺ πάντως εἰπεῖν με δεῖ; οὗτος αὐτὸς διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ῥώμῃ γενόμενος, θεοβουλήτῳ δiδασκαλίᾳ σώζων ἀνθρώπους, πρὸς αὐταῖς ταῖς ἡμέραις, αἷς ἤμελλε βιαίῳ τελευτᾶν θανάτῳ, συνηθροισμένων τῶν ἀδελφῶν αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη·Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι· ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ ἀποστείλαντός με κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ’ ἀρχῆς μοι μέχρι τέλους συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμλιῶν ἐπακούσαντι, ὃς ἐν πᾶσι πειρασμοῖς μου κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν πλεῖον πάντων πεπείραμαι θεοσεβῆ, σώφρονα, φιλάνθρωπον, ἀγαθὸν, πολυμαθῆ, ἁγνὸν, δίκαιον, μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμ τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἂν χεροτονήσῃ ἐπὶ τῆς γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε ὡς γνόντες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν, εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.
Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δὲ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλακαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ’ εὐλαβοῦς τὸν τρόπον καὶ φιλομαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὃς ἐμοί σου πλέον συνώδευσε καὶ τῶν λόγων ἐπήκουσε καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκε, καὶ οὐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα. ἀλλ’ οὐ δυνήσῃ νῦν τὸν σοῦ κρείττονα παρασχεῖν. σὺ γὰρ δ’ ἐμοῦ τῶν σωζομένων ἐθνῶν ἡ κρείττων ἀπαρχή. πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχει τῆς ἐκκλησίας τὴν διοίκησιν εὖ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις, ὃς τοῖς θεοσεβέσιν ὥσπερ πλέουσι καὶ κινδυνεύουσι βοηθεῖν δυνάμενος οὐ θέλεις διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦντος καὶ μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.
Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμη, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι συμβησομένους, οὓς
δυνήσῃ γενναίως φέρειν ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως ἐνθυμήθητι· πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστὸς, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει, μηδεμίας τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν τῇ προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ’ ἐμοῦ μεμαθηκὼς εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.Πλὴν καὶ βραχεῖα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον, μήτε συνήγορον, μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παραπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστὸς, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀσχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι, καταλείψαντι ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, εἰ μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ τούτων χρὴ ἀμέριμνον εἶναι, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς ἀληθείας λόγους παρέχειν.