Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθεῖς, καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται. διὸ σὺ μὲν αὐτοῖς εὐσχολῶν προκαθέσθητι πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σώζειν αὐτοὺς δυναμένους λόγους· καὶ οὗτοι ἐπακουέτωσάν σοι, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβευτὴς ὃ ἐὰν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὃ δ’ ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἃ δεῖ δεθῆναι, καὶ λύσεις ἃ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν παρεστῶτα καὶ ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.

Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρους ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ καὶ γηράσασιν ἀκμαία ἐστὶν ἡ ἐπιθυμία. ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοῦσα καθ’ ὑμῶν εἰς ὑμᾶς τὸν αὐτῆς ἐμβάλλῃ λοιμὸν προασφαλίζεσθε, καὶ ἐρευνᾶτε, μήπως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ. πολὺ γὰρ δεινὸν ἡ μοιχεία καὶ τοσοῦτον, ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως, ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κἂν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τῇ Χριστοῦ νύμφῃ εἰς

σωφροσύνην. νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα. ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίου βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας ὡς κλητοὶ γάμων ἀπολαύσετε. ἐὰν δὲ ἠμαρτηκυῖα φωραθῇ, αὐτὴ μὲν ἔκβλητός ἐστιν, ὑμεῖς δὲ δίκην δώσετε, εἴ πως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία.

Διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε. λίαν γὰρ παρὰ τῷ θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλὰ, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται. πλὴν πρώτη μοιχεία ἐστὶν τὸ ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ, καὶ γυναῖκα μὴ ἰδίῳ μώνῳ χρήσασθαι ἀνδρί. ἐὰν σωφρονῇ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακὸν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους, καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσες τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος.

Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτὸν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθῆτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.

Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν κοσμικῶν μὴ κρινέσθωσαν, ἀλλ’ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγὰ, μέτρα, στάθμα, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παραθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομονεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος, ὅτι ἐκ θεοῦ δικαίου τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρισθῇ κρίσις, ἵνα οἱ μὲν ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τῆς αἰωνίου;

Καὶ ταῦτα μὲν οὕτως ἔχει. διὸ, ὦ Κλήμη, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθὸς τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι χάριν οἶδα εἰληφὼς, οὐ δεδωκώς· ἀλλὰ θάῤῥει καὶ γεναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταντήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθότι

ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἐπ’ ἄκρον δικαιοσύνην μισήσωσι, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου θεοῦ φιλία πολύ σε ὀνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ θεοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.