Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ταῦτα ἀκούσας ὁ Πέτρος ἔφη πρὸς τὸν πατέρα· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόντων, ὡς ἐκεῖ γεγονὼς Σίμων ἰσχύρως τοὺς ὄχλους κατ’ ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον, πλάνον τε καὶ γόητα ἀποκαλῶν. ποίησον οὖν ὡς ἐγώ σοι λέγω, καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, καὶ προλαβὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οὓς ἐγὼ κρινῶ δυνατοὺς ὑπουρῆσαι τῷ ἐμῷ θελήματι. μετὰ τούτων ἐν Ἀντιοχείᾳ γενόμενος, ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος οἶδα, φή ὁ πατὴρ, ὅτι βούλῃ, διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι, ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ’ ὧν ἐκέλευσεν Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθεν. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἶπεν πρὸς τὸ πλῆθος τοῦ λαοῦ· ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω· ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδε ὅσα περὶ αὐτοῦ ποτὲ φαῦλα ἔλεγον.

δέομαι ὑμῶν αὐτὸς ἐγὼ, ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παῦσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι’ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτῃ τῇ νυκτὶ ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ, ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι, δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολοῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.

Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου Σίμωνος καὶ Πέτρον εὐλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς πόθον μετέθηκεν. καὶ ἐκ τούτου πάντας ἐπιθυμεῖν ἰδεῖν αὐτὸν ἀπήγγελλον· ἐνίους καὶ χαλεπαίνοντας αὐτῷ ὡς Σίμωνι, δι’ ἣν πρὸς Πέτρον εἶχον ὑπερβάλλουσαν στοργὴν, καὶ χεῖρας θέλειν ἐπιβαλεῖν Φαύστῳ ὡς Σίμωνι. διὸ μήπως ἀναιρεθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ζῶντα ἐπικαταλάβῃ, καὶ τῇ πόλει ἀκμαζούσῃ πόθῳ τῷ πρὸς αὐτὸν εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ ταῦτα ἀκούσας, πρὸς τὸ ἐκκλησιάζειν πλείστους συναγαγὼν, καὶ ἐπίσκοπον καταστήσας βαπτίσας τε καὶ ἰασάμενος, ἡμερῶν ἐπιμείνας τριῶν τῇ Λαοδικείᾳ, ἐπὶ τὴν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσεν.

Καὶ δὴ τὴν πόλιν καταλαβὼν, ἅπαν τὸ πλῆθος προσδραμὸν μετὰ χαρᾶς ὑπεδέξατο αὐτὸν ὡς ὄντα τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσε, καὶ ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ πατὴρ ἡμῶν τὴν παρουσίαν τοῦ ἀποστόλου, προσδραμὼν κατεφίλησε τὰ ἴχνη αὐτοῦ, παρακαλῶν αὐτὸν λαβεῖν τὸ ἅγιον βάπτισμα, ὅπως τὸ ἀρχαῖον κάλλος τῆς ψυχῆς καὶ τὴν μορφὴν τοῦ σώματος ὁμοῦ διὰ τοῦ ἁγίου βαπτίσματος ἀπολαβὼν, κοινωνὸς τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων γένηται. καὶ ὁ Πέτρος πρὸς αὐτὸν ἔφη· ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ, εἶπεν· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται. καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις. πολλὰ δὲ καὶ ἕτερα ἀπὸ τῶν θείων γραφῶν τοῦτον κατήχησεν. ἑσπέρας δὲ γενομένης μεταλαβόντες τροφῆς ὑπνώσαμεν αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν.

Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἀναστὰς ὁ Πέτρος ὀρθριώτερον καὶ προσευξάμενος μετεκαλέσατο τὸν πατέρα ἡμῶν ἅμα καὶ ἡμᾶς λέγων· σήμερον, ὦ ἀδελφοὶ, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ὑπάρχουσιν ὕδατα καθαρά· καὶ μόνον τὸν πατέρα ἡμῶν λαβὼν ἰδίᾳ κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ λαβὼν ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας μετέδωκεν αὐτῷ τῶν ἁγίων καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ ἦμεν ὁμοῦ οὖν οἱ πάντες ἀγαλλιώμενοι

ἐν κυρίῳ ἡμέρας καὶ νυκτὸς ἐπὶ τῇ τοῦ πατρὸς ἡμῶν διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννήσει, ἔτι τε καὶ τὸν θεῖον λόγον παρὰ Πέτρον ἀκροώμενοι. καὶ ποιήσαντες ἐπὶ τὸ αὐτὸ χρόνον τινὰ πᾶσι κατάδηλα γέγονε τὰ καθ’ ἡμᾶς καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασιν διαπαντός· καὶ ἐθαύμαζον πάντες ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν [ἐμεγάλυνον] τῶν μακρῷ χρόνῳ ἀπ’ ἀλλήλων χωρισθέντων καὶ τεθνάναι νομισθέντων.

Καὶ τούτου βοωμένου κατὰ πᾶσαν τὴν πόλιν, μαθὼν τὰ καθ’ ἡμᾶς ὁ τῆς Ἀντιοχέων ἡγεμὼν καὶ πάντα τὰ συμβεβηκότα τῷ τε πατρὶ ἡμῶν καὶ τῇ μητρὶ καὶ ὅτι βασιλικοῦ γένους ὑπάρχουσιν, ἀνήγαγεν ταῦτα πάντα ἀκριβῶς τῷ βασιλεῖ Τιβερίῳ. ἀκούσας δὲ ὁ βασιλεὺς, οἷα συνέβη Φαύστῳ τῷ ἰδίῳ αὐτοῦ συγγενεῖ, ἐκέλευσε τῷ ἡγεμόνι τῆς Ἀντιοχείας τὸ τάχος ἀποστεῖλαι αὐτὸν ἅμα καὶ τῆς μητρὸς ἡμῶν. δεξάμενος δὲ ὁ ἡγεμὼν τὴν τοῦ βασιλέως κέλευσιν, προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας πρὸς τὸν Καίσαρα Τιβέριον τούτους ἀπέστειλε. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα ἡμῶν καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς, μαθὼν δὲ καὶ τὰ συμβεβηκότα αὐτοῖς ἐξέστη ἐπὶ τοῦτο, καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν σφόδρα. ἐπισχὼν δὲ τοῦ πένθους ἔφη πρὸς τὴν σύγκλητον· συγχαρητέ μοι πάντες καὶ κοινὴν ἑορτὴν κροτήσωμεν ἐπὶ τῇ ἀνευρέσει Φαῦστον καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. καὶ ποιήσας εὐωχίαν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Καῖσαρ μεγάλως αὐτοὺς ἐφιλοφρόνησεν. καὶ τῇ ἐπιούσῃ προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα δέδωκεν αὐτοῖς χρήματα πολλὰ καὶ ἱματισμὸν παῖδάς τε καὶ παιδίσκας καὶ περιουσίαν ἄφατον. ὑπῆρχον δὲ ἐν μεγάλῃ δόξῃ τιμώμενοι παρὰ πάντων, εὐσεβῶς βιοῦντες, καὶ πολλὰ τοὺς πτωχοὺς εὐεργετοῦντες καθ’ ἑκάστην. ζήσαντες δὲ χρόνον οὐκ ὀλίγον, πάντα τὰ ὑπάρχοντα αὐτοῖς τοῖς δεομένοις διανείμαντες ἐν γήρει καλῷ πρὸς τὸν θεὸν ἐξεδήμησαν μνημόσυνον καλὸν τὸν ἑαυτῶν βίον καταλιπόντες τῇ πολιτείᾳ Ῥωμαίων.