Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μὴ με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής. εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλεις, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι οὐκ εἰδὼς, ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγξειν ὑπέσχου Πέτρον ἓνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται. ὁ δὲ ἕνα λέγοντα
ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐ καλῶς οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἂν ὅτι πολλοὺς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγων σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφεῖλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φλαλήθης ὢν κριτὴς, πρόληψιν ἀποδυσάμενος τῷ ἐπικρατοῦντι. συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος παρεκάλει πάντας, καὶ εὐλογήσαμεν ἅπαντες τὸν θεόν. ὑπεισέδραμεν δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως πρὸς Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας Σίμων ἐξῆλθεν τοῦ ὑποδέξασθαι αὐτούς. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη τῷ Πέτρῳ· εἴ μοι ἐπιτρέπεις, πορεύσομαι κἀγὼ προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἔφη· ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον.
Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνα καὶ Ἀννουβίωνα προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν, καὶ φάσκοντας καθότι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν καὶ τὰ κατὰ τὸν Σίμωνα μαθὼν εἰς ἐπιζήτησιν αὐτοῦ ἔπεμψεν, ὅπως καὶ αὐτὸν ὡς καὶ τοὺς πρὸ αὐτοῦ μάγους κολάσῃ, πρὸς Ἀππίωνα καὶ Ἀννουβίωνα ἔφη· Φαύστου πρὸς ἡμᾶς ἐλθόντος ἁλῶν αὐτὸν συμμετασχεῖν ἡμῖν ποιήσατε· ἐγὼ δὲ μύρον τι σκευάσω, ἵνα δειπνήσας καὶ ἀναλαβὼν, τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν ἔχειν δόξῃ μορφήν.
Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων ἔφη· τί νῦν σοι ἐκ τῆς μηχανῆς ταῦτης ἔσται κέδρος; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ,τινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσιν. Ἀννουβίων δὲ καὶ Ἀππίων κατ’ ἰδίαν τὸν Φαῦστον εὑρόντες τὴν ἐπιβουλὴν ἐξέφηναν. ὁ δὲ Φαῦστος οὐκ ἐπίστευσεν ἀληθῇ εἶναι τὰ λεγόμενα. συνδειπνήσας δὲ ὁ πατὴρ μετὰ Σίμωνος καὶ Ἀππίωνος καὶ Ἀννουβίωνος ἔλαβεν ἐκ χειρὸς τοῦ Σίμωνος τὸ μύρον, καὶ τὸ ἴδιον χρίσας πρόσωπον, τὴν
τοῦ Σίμωνος προσελάβετο μορφήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν.Ήμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δἰ ὅλης νυκτὸς ἐπαλλήλῶς πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· διαπορῶ, τί ἔδοξεν τῷ ὑμετέρῳ πατρί καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδών, προσαγορεύσας ἀπελογήσατο, δι’ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρωδῶς αὐτῶ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρᾶται, ὅτι μή ἐστιν Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.
CXXXVII. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς λέγων Πέτρῳ· εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχεν, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν, ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων τῶν σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες ἤλθομεν τοῦ ἀπαγγεῖλαί σοι, ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθεὶς βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωος μαθὼν, ὅτι φυγὰς εἰς; Ἰουδαίαν ἐπορεύθη, καὶ αὐτὸς εἰς ἀναζήτησιν αὐτοῦ ἀπῆλθεν, ἴνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.