Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, ὅ,τι δικαιότατόν ἐστιν. ἃ εἴ σοι φίλον ἐστὶν ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διηφρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δαὶ εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με πέπεικας,

ὅτι οἱ ἀδικοῦντες αὐτοὶ μᾶλλον ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς [τὰ ἐσόμενα] ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, καὶ τὰ εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ’ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ καὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά.

Καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, θεὸς ἀναίτιος. ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντα εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι [τὰ ἐσόμενα], ἃ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων δὲ ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατῆρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστίν, ὡς ἔφην, τοῦ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπαρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον διὰ προσκαίρων τιμωριῶν αἰωνίων σωθῶσι κολάσεων. καὶ ὁ πατήρ· οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο οὖν καὶ οὗτοι τῶν σωζομένων εἰσίν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται, ὧν οὐ χρή· ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασι, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ’ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν, ὃ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἢ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ υἳος τοῦ θεοῦ τοῦ ζῶντος, ἔφη· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἐγενόμην, τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.

Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι καὶ τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, ὀφείλοντι τῇ τάξει τὸν λόγον ἐκθήσομαι, ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς, καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνήθων ἀλῶν μεταλαβὼν ὕπνωσεν.

Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν

διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἄντιοχείας εἰσεληλυθὼς ἐπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσι τοῖς ὑπὸ σοῦ ὑπὲρ μοναρχίας λεγομένοις λόγοις.

Ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι, αὐτὸς προλαβὼν ἔφη· ἔμαθον ὡς ὑπέσχου χθὲς τῷ Φαύστῳ, εἰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος καὶ ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὴ ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ’ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἂν ὁ σοφὸς γέρων, ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ’ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων ὁ ὑπέσχου λέγειν ἄρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψευδὴς, καθ’ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν μέγιστον ἕχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν ἀπάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεὸν, ὁ δὲ παρὰ ταῦτα ποιῶν αἰωνίως κολασθῆναι ἔχει;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος. νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοί ἐστιν τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιούτων ἐπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ μόνος Πέτρος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπό σου ῥηθέντα θλίβειν τὸ αὐτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο· ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ, μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.