Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
CXX. Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διϊσχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ ἔφη· οὐ ψεύσομαι πρὸς σέ. ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος· πλὴν συνῆν μοί τις ἀστρολόγων ἄριστος ἀνὴρ Αἰγύπτιος Ἀννουβίων ὀνόματι, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιληθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου.
καὶ ὁ Πέτρος ἔφη· οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μοι εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. καὶ ὑποπτεύω οὖν, μήπως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύωσι, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν, ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι διὰ τὸ μὴ πάντως περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη· πῶς οὖν ἐστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν ἢ οὔ;Ἀμφοτέρων οὖν σιωπώντων ἔφην ἐγώ· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ ἐγενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πλησθέντες καὶ θεῷ εὐχαριστήσαντες ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσβλέψας ἔφη· σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μέγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ’ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει;
Καὶ ὁ πατὴρ ἕφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ’ ἐμοῦ ἀκούων καὶ κρίνων, [εἰ] ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει, ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις, κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῆ τῶν λόγων σκέψει δείξεις τὰ ὑφ’ ἡμῶν λεγόμενα μῦθόν τινα καὶ ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς γὰρ ὁμογνώμονάς σου εἰληφὼς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις καὶ ψευδῶν φόβων ἀπαλλάξεις.
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστι τὸ κρατοῦν σε, μη εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν; οἶδα γὰρ, ὅτι πολλά ἐστι τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν, πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦσι δὲ πολλοὶ, ὡς καὶ σὺ ὑπολαμβάνεις, ἤ θεοὺς τοὺς οὐκ ὄντας εἶναι λέγοντες, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ τὸν ἡμέτερον λόγον ψευδῆ, ὡς οὐκ οὔσης προνοίας. ἐγὼ δὲ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περί σε γινομένων καὶ προνοίας εἶναι λέγω τὸ τοσούτοις ἔτεσι τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. εἰ γὰρ σὺν σοὶ ἐτύγχανον ὄντες, ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἂν ἐπήκουσαν. διὰ τοῦτο ᾠκονομήθη σὺν τῇ μητρὶ τῶν τέκνων ἡ ἀποδημία καὶ ναυαγία καὶ θανάτου ὑπόνοια· ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἑλλήνων δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ᾦσιν ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι πρὸς τὸ συλλαμβάνεσθαί μου τῷ κηρύγματι· ἔτι μὴν συνελθεῖν καὶ τὸν ἀδελφὸν Κλήμεντα καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι καὶ ὑπὸ θεραπείας πληροφορηθῆναι, καὶ μετ’ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα, καὶ τῇ ἄλλῃ ἡμέρᾳ σοὶ συντυχεῖν καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.
Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νόμιζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπό σου κηρυσσομένῃ ἀληθείᾳ συνθέσθαι, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὃ οἱ ἀρχαῖοι παρήνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ τῶν θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει τὴν ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὑτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἄλλην, καὶ τῷ αἴροντι αὑτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸ μαφώριον, ἀγγαρεύοντι δὲ μίλιον ἓν συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.