Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι· διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας

μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ’ αὐτῆς τῆς κατὰ γένεσιν ἐπστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται· εἴτε δὲ νῦν, εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν ἔστιν αὕτη. τῶν παρεστότων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν τὴν χεῖρα ἔχει, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰαματικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰάσεσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ θεοῦ δεηθεὶς τὴν ἴασιν παρέξω, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτον οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γάρ ἐστι τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποῖειν ὑπὸ θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.

Καὶ ὁ γέρων ἀπεκρίνατο· ἀληθῶς μεγάλα ἔφης, ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὢν καὶ Ῥώμην πρῶτον οἰκήσας φιλωθεὶς τινὶ πρὸς γένους ὄντι Καίσαρος αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἠπιστάμην· καὶ ἱστορήσας ἀκολούθως τῇ γενέσει αὐτῶν τὰς πράξεις ἀποτελεσθείσας ἔργῳ, σοὶ λόγῳ πείθεσθαι οὐ δύναμαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα ποιοῦν μοιχάδας, ἰδίων δούλων ἐρώσας, καὶ ἐπὶ ξένης ἐν ὕδασι θνησκούσας· ὃ καὶ οὕτως γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου, καὶ μὴ φέρουσα τὸν ψόγον, φυγοῦσα σὺν αὐτῷ, ἐν ἀλλοδαπῇ ὁρμήσασα καὶ κοινωνήσασα αὐτῷ θαλάσσῃ διεφθάρη.

Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις, ὅτι ἡ φυγοῦσα ἐπ’ ἀλλοδαπῆ γενομένη τὸν δοῦλον ἔγημεν καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τὰ ἀληθῆ, οὐχ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον. ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἠβουλήθη μιᾶναι τὴν κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ τάλαινα (οὐκ ἔστιν γὰρ αὐτὴ μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι, ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ υἱὸν ἔχων ἔσχεν παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ’ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς τῆς Ῥώμης, καὶ οὕτως

εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζομαι τροφάς.

Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν ὅτι ὃν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν ἐξ ὧν ἔλεγεν ὁ ὑμέτερος πατὴρ, οὐκ ἐβουλήθην τὸ καθ’ ὑμᾶς αὐτῷ συναντιλαβεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη· Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν· Κλήμης. τί δὲ τῇ τούτων μητρί; ὁ δὲ ἔφη· Ματθιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἠβουλήθην, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν ταῦτα τοῦ Πέτρου εἰπόντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴ μοι, ἄνερ, ἡμᾶς ἀγαπῶν, κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν καὶ τροφῆς μεταλαμβάνομεν. οὔπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴ μοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς οὐκ ἠδύναντο κρατεῖν. καὶ μετ’ οὐ πολὺ ἡ μήτηρ ἔφη· ἔχω σε, Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἆρα ζῇς, ὃν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοι εἰσὶν ἡμῶν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες ἀμυδρῶς πως τὴν μορφὴν αὐτοῦ κατεμανθάνομεν.

Ταῦτα βλέπων ὁ Πέτρος ἔφη· σὺ εἶ Φαῦστος ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἔφη· ἐγώ εἰμι. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τοὺς σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· προσγενὴς ὑπάρχων Καίσαρος καὶ περίφωρος μὴ θέλων γενέσθαι εἰς ἄλλου τινὸς τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵνα αὐτὸς ὅστις εἰμὶ μὴ ἐπιγνωσθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τόπον ἡγούμενοι ἀκούσαντες, Καίσαρι κεχαρισμένα ποιοῦντες ἀνακαλέσαντες, τὴν τοῦ βίου μοι εὐδαιμονίαν περιθήσουσιν, ᾧπερ ἀπεταξάμην. οὐ γὰρ ἠδυνάμην περὶ τῶν ἐμοὶ ἠγαπημένων τὰ μέγιστα ὡς περὶ θανόντων κρίνας πρὸς τὴν τοῦ βίου ἑαυτὸν ἀποδοῦναι δόξαν.