Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Οὕτως εἰπόντος τοῦ Πέτρου εἷς τις τῶν ἐν ἡμῖν τολμήσας
ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον ἐκπλεῦσαι, τριάκοντα οἶμαι οὐδὲ ὅλους σταδίους ἀπέχουσαν, ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖσε ἀμπελίνων δύο στύλων μέγιστα πάχη φερόντων. ὁ γοῦν πειθήνιος Πέτρος ἐπένευσεν οὕτως εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πάντες εἰσέρχησθε εἰς τὴν θεωρίαν, ὧν ἐπιθυμεῖτε. οὐ γὰρ βούλομαι ὑμᾶς τὰς τῶν πολιτῶν ὄψεις πρὸς ἑαυτοὺς ἐπιστρέφειν. καὶ οὕτω πλεύσαντες μιᾶς ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν, ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν· ὅμως καὶ μετὰ τῶν στύλων ἄλλος μὲν ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν ἱστορίαν τῶν ἐκεῖ γενέσθαι· γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ προσχὼν ἔφη· γύναι, τί σοι τῶν οἰκείων ἐλλείπει μελῶν, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ βύθιόν τι στενάξασα καὶ περιπαθὲς ἀπεκρίνατο· εἴθε γὰρ ἠσάν μοι χεῖρες ὑπουργεῖν ὅλως δυνάμεναι. νῦν δέ μοι σχῆμα μόνον χειρῶν ἀποσώζουσι νεκραὶ καὶ αὗται τυγχάνουσαι. καὶ ὁ Πέτρος· τίς δὲ ἡ αἰτία, ἤρετο, τοῦ τοῦτό σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ πρὸς αὐτὸν· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐδέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.
Καὶ ὁ Πέτρος ἔφη· τί οὖν, οἴει, γύναι, ὅτι πάντες οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδου αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ τῆς αὐτοκτονίας χάριν κολάζονται; ἡ δὲ εἴθε ἐπεπείσμην, ἔφη, ὅτι ὄντως ἐν ᾅδου ψυχαὶ εὑρίσκονται ζῶσαι· καὶ ἠγάπων ἂν παρ’ οὐδὲν θεμένη τὴν τιμωρίαν ἀποθανεῖν, ὥστε τοὺς ἐμοὶ περιποθήτους θεάσασθαι κἂν βραχύ. καὶ ὁ Πέτρος πρὸς ταῦτα· καὶ τί ἄρα ἐστὶ τὸ λυποῦν σε; διψῶ γὰρ μαθεῖν. καὶ εἴ με διδάξεις, πίστεις σοι παρέξω βεβαίας, ὅτι ἐν ᾅδου ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ ὀρέξω σοι φάρμακον, δἰ οὗ τοῦ ζῆν ἀνωδύνως ἀπαλλαγήσῃ.
Καὶ ἡ γυνὴ τὸ ῥηθὲν οὐ συνεῖσα, ἡδέως δὲ μόνον ἁρπάσασα τὸ λεχθὲν, λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα σοι διηγήσασθαι, οὐκ οἶμαί ποτε πείσειν ἐμαυτὴν δυνηθῆναι· πλὴν ἀλλὰ καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασι τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; ὅμως τὰ κατ’ ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε διηγήσομαι. ἐγὼ πάνυ ἐξ εὐγενῶν οὖσα δυνατοῦ τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ τυγχάνοντι ἐγενόμην γυνή· καὶ διδύμους υἱοὺς ἔχουσα καὶ τρίτον ἐπὶ τούτοις υἱὸν ἔσχον. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς ἐπιμανείς μου τῇ ὄψει καὶ τῷ ἐμῷ ἔρωτι κατ’ ἄκρας ἁλοὺς, καί τοι σωφρονεῖν σφόδρα τῆς ταλαιπώρου φιλούσης καὶ μήτε συνθέσθαι τῷ ἐραστῇ βουλομένης, μήτε δὲ τῷ ἐμῷ ἀνδρὶ πάλιν ἀναθέσθαι τὸν ἐπ’ ἐμοὶ τοῦ ἀδελφοῦ ἔρωτα πρέπον εἶναι λογισαμένης, ὡς ἂν μήτε τὴν τοῦ ἀνδρὸς κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν ἐκπολεμώσω καὶ τῷ ἐκείνου γένει μεγάλῳ ὄντι ὀνειδισμὸν ἐπαγάγω, τὴν πόλιν ἐλογισάμην μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐπὶ χρόνον τινὰ καταλιπεῖν,
ἕως καὶ ὁ μιαρὸς ἔρως παύσεται τοῦ πρὸς ὕβριν με κολακεύσαντος. τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν ἔγνων καταλιπεῖν.Πλὴν ἵνα ταῦτα οὕτω γένηται, ἐπενόησα καὶ ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰπόντος· ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις, ὦ γύναι, ἐπὶ χρόνον τινὰ μέχρις ὅτε μηνύσω σοι πάλιν ἐπανελθεῖν, ἔκβηθι τὴν Ῥωμαίων· ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσί σου τοῖς τέκνοις ἐκ τοῦ αἰφνιδίου κακῶς τελευτήσεις. ἅμα δὲ τῷ τὸν ὄνειρόν με ψεύσασθαι πρὸς τὸν ἄνδρα, αὐτὸς περίφοβος γενόμενος τούς τε δύο υἱοὺς, δούλους τε καὶ παιδίσκας, καὶ χρήματα συχνὰ ἐν πλοίῳ ἐνθέμενος εἰς Ἀθήνας ἐξέπεμψεν, ἐντειλάμενος τοὺς υἱοὺς ἐκπαιδεῦσαί με, μέχρις ἂν, φησὶ, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε. καὶ δὴ σὺν ἅμα τέκνοις ἡ τάλαινα πλέουσα, ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυαγίῳ περιεπέσομεν. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην· ἐφ’ ἧς καθεσθεῖσα ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε καὶ τὴν ψνχὴν εἶχον τοῖς τῆς λύπης κύμασιν ἤδη μεμεθυσμένην, καὶ πρᾶξαι τοῦτο εὐπετῶς ἠδυνάμην.
Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι καὶ γυμνὴν ἰδόντες ἐνέδυσαν. εἶτα καὶ τὸν βυθὸν ἀνηρεύνων τὰ ἐμὰ τέκνα ζητοῦντες. ἐπεὶ δὲ μὴ εὕρισκον, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας μέρος ἐν τοῖς ἐμοῖς εὕροιμι· ὃ δή με καὶ μᾶλλον ἐλύπει, καὶ τὴν ψυχὴν ἐπὶ πλεῖον κατήσθιε, γυναικῶν καὶ ἄλλων ἀκούουσαν συμφοράς. καὶ δὴ καὶ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολλὰ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἀνέπεισε καταγώγιον θάρσει, λέγουσα· καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ, ναύτης δὲ οὗτος ἦν, κατὰ θάλασσαν τέθνηκε πάνυ νεώτερος ὤν. καὶ ἐξ ἐκείνου πολλῶν με ἀξιούντων εἰς γάμον ἐλθεῖν ἐγὼ χηρεύειν εἱλόμην τὸν ἐμὸν ἄνδρα ποθοῦσα. ἔσται δὲ κοινὰ ἡμῖν, ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα. καὶ ταῦτα μὲν ἐκείνη.
Ἐγὼ δὲ ἵνα μή σοι μηκύνω τοὺς ὑπὲρ τούτου λόγους, συνῴκησα ταύτῃ διὰ τὴν φιλανδρίαν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς ταλαιπώρου μὲν αἱ χεῖρες ἐμοῦ ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με αὕτη γυνὴ ὑπὸ πάθους τινὸς ὅλη συνδεθεῖσα σχεδὸν ἀκίνητος ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος ἤδη παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ’ οἶκον ἀμφότεραι συμφοραῖς ἐπίσης κεχρήμεθα, καθέζομαι νῦν ὡς ὁρᾷς ἐνταῦθα προσαιτοῦσα, καὶ ὧν ἂν εὐπορήσω, κοινὰ ποιοῦμαι καὶ τῇ συνταλαιπώρῳ. καὶ τὰ μὲν ἐμὰ τοῦτον ἔχει τὸν τρόπον. λοιπὸν σὺ μὴ κωλύσῃς τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον, ὅπως καὶ τῇ συνοίκῳ θανεῖν ἐπιθυμούσῃ τοῦ δοθέντος κοινωνήσω, αὐτή τε μετασχοῦσα τῆς ζωῆς ταύτης θᾶττον ἀπαλλαγῶ.
Ταῦτα τῆς γυναικὸς εἰπούσης ὁ Πέτρος ὑπὸ λογισμῶν
ἵστασθαι μετέωρος ἐδόκει. ἐγὼ δὲ ἐπιστὰς καὶ τὸν διδάσκαλον τῇ γυναικὶ κοινολογούμενον οὕτω καταλαβὼν ἐκ πολλοῦ σε περιερχόμενος, ἔφην, ἐζήτουν· καὶ τὰ νῦν τί ποιητέον; ὁ δὲ Πέτρος προσέταξέ μοι προαγαγόντι μένειν ἐπὶ τοῦ πλοίου. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν οὕτω κελεύσαντι, τὸ προσταχθὲν ἐποίουν. ὁ δὲ Πέτρος μικρᾷ τινὶ ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων δὴ τὰ ὀνόματα, καὶ παραχρῆμα δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βιαζομένη μὲν καὶ εἰπεῖν οὐκ ἐθέλουσα, τὸ φάρμακον δὲ ὅμως ἐφιεμένη λαβεῖν ἐσοφίσατο ἀντὶ ἄλλων εἰπεῖν ἕτερα, καὶ ὅμως αὑτὴν μὲν Ἐφεσίαν εἶναι ἔφησε, τὸν ἄνδρα δὲ Σικελὸν, ὡσαύτως δὲ καὶ τῶν τριῶν παίδων ἤμειψε τὰ ὀνόματα. καὶ ὁ Πέτρος οἰηθεὶς αὐτὴν ἀληθεύειν οἴμοι γύναι, φησὶ, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑπολαβών σέ τινα εἶναι, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζε λέγουσα· δέομαί σου, εἰπέ μοι, ἵνα εἰδῶ, εἰ ἔστι τις ἐν γυναιξὶν ἄλλη ἀθλιωτέρα ἐμοῦ.Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς καὶ ἄλλως ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν ἑλκόμενος τὸ ἀληθὲς λέγειν ἤρξατο. ἐμοί τίς ἐστι νεανίας, ὦ γύναι, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα τε ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ ὡς ὁ πατὴρ, φησὶ, διηγεῖτό μοι, ὄνειρον ἰδοῦσα τῆς Ῥωμαίων πόλεως ἐπὶ χρόνον τινὰ ἐξῄει μετὰ τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ τελευτήσῃ θανάτῳ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα νῦν οὐχ εὑρίσκεται· ὁ δὲ ταύτης μὲν ἀνὴρ, αὐτοῦ δὲ πατὴρ, καὶ αὐτὸς εἰς ἐπιζήτησιν αὐτῆς ἐκβὰς, οὐδὲ οὑτος εὑρίσκεται.
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα τὸν νοῦν αὐτοῖς ὑπὸ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος νήφειν αὐτὴν παρακελευσάμενος, τί ποτέ ἐστιν ὃ πάσχεις, διεπυνθάνετο. ἡ δὲ ὥσπερ ἐκ μέθης ἀνενεγκοῦσα καὶ τὸ πρόσωπον τρίψασα καὶ ποῦ ἐστίν, ἔφη, ποῦ ὁ θρυλλούμενος νεανίας; συνεὶς δὲ ὁ Πέτρος τὸ δρᾶμα εἰπέ μοι σὺ πρῶτον, ἔφη· ἄλλως γὰρ ἰδεῖν τοῦτον οὐ δύνασαι. ἡ δὲ σπεύδουσα ἐγὼ, φησὶν, ἡ τοῦ νεανίσκου μήτηρ εἰμὶ, καὶ Κλήμης αὐτῷ ὄνομα. καὶ ὁ Πέτρος ἀκούσας αὐτός ἐστιν, εἶπεν, αὐτός ἐστι. καὶ οὗτος ἦν ὁ πρὸ μικροῦ προσελθὼν καὶ λαλήσας μοι, ὃν καὶ ἀναμένειν ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ ἠξίου σπεύδειν ἐπὶ τὸ πλοῖον. καὶ ὁ Πέτρος εἴ μοι τηρεῖς, ἔφη, τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ πάντα ποιῶ, φησὶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς γνώρισον· δόξω γὰρ δἰ αὐτοῦ καὶ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα τέκνα ὁρᾶν. καὶ ὁ Πέτρος ἀλλ’ ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον, μέχρις ἂν τῆς νήσου ἐκβῶμεν.
Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν χειραγωγοῦντα γυναῖκα ἐγέλασα, καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ’ αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἃμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτοῦ υἱόν. ἐγὼ δὲ τὸ πρᾶγμα ὅπερ ἦν ἀγνοῶν ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον πικρίας ἐπληρούμην.
Ὁ δὲ Πέτρος ἔα, φησὶν, ὦ Κλήμη. τί γὰρ καὶ ποιεῖς οὕτως τήν σε τεκοῦσαν ἀποσειόμενος; ἐγὼ δὲ τοῦτο ἀκούσας, περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμυδρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὸ θαῦμα, καὶ πᾶσιν αὐτοῖς διὰ στόματος ἦν, ὅπως ἀνὴρ οὕτως ἀξιόλογος τὴν προσαῖτιν γυναῖκα μητέρα ἑαυτοῦ ἀνεγνώρισεν. βουλομένοις οὖν ἡμῖν σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ὦ τέκνον μου ποθεινὸν, εἶπεν, εὔλογόν ἐστι συντάξασθαι καὶ τῇ ὑποδεξαμένῃ με γυναικὴ, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. καὶ ὁ Πέτρος ἀκούσας ἐθαύμασεν, ἀλλὰ καὶ πάντες οἱ περιεστῶτες ὄχλοι τὸ τῆς γυναικὸς ἀγαθὸν φρόνημα, καὶ εὐθέως ἐκέλευσέ τισι πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. ἧς ἐνεχθείσης τεθῆναι μὲν ἐπιτάττει τὴν κλίνην· αὐτὸς δὲ ὑπὸ ταῖς πάντων ἀκοαῖς εἰ ἀληθείας κῆρυξ ἐγὼ, ἔφη, ἐγερθήτω ἐξαυτῆς ὑγιὴς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν, ὅτι εἷς ἐστι θεὸς ὁ τὸν κόσμον ποιήσας. ὁ μὲν οὖν ταῦτα εἶπε· καὶ ἡ γυνὴ εὐθὺς ὑγιὴς ἀναστᾶσα τῆς κλίνης τῷ Πέτρῳ προσέπεσεν. εἶτα καὶ τὴν συνήθη καὶ φίλην καταφιλήσασα ἐπυνθάνετο, τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε ἡ μήτηρ τὴν ξενοδόχον ἰαθεῖσαν παραδόξως ἰδοῦσα παρεκάλει καὶ αὐτὴ θεραπείας τυχεῖν. ὁ Πέτρος δὲ τὴν χεῖρα ἐπιθεὶς καὶ αὐτὴν ἐθεράπευσεν.
Εἶτα περὶ εὐσεβείας διαλεχθεὶς ἐπὶ τῷ τέλει δὲ καὶ προσθεὶς, ὡς εἴ τις βούλεται ταῦτα μαθεῖν ἀκριβῶς, εἰς Ἀντιόχειαν ἀφικόμενος, ὅπου πλείους ἡμέρας ἔκρινα παραμένειν, ἐκεῖ ταῦτα καὶ μανθανέτω. εἰ γὰρ ἐμπορίας ἕνεκεν ἢ στρατείας οἰκίας καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπιέναι τόπους, αἰωνίας δὲ χάριν ζωῆς οὐδὲ τριῶν ἡμερῶν ὁδὸν οἴχεσθαι προθυμήσεσθε; οὕτως εἰπὼν, τὸν λόγον κατέπαυσε. μετὰ δὲ ταῦτα ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς δωρησάμενος, εἶτα καὶ παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο πράττειν προῃρημένῳ, ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς ξενίαν ὡρμήσαμεν.
Γενομένων δὲ ἡμῶν ἐπὶ αὐτὸ καὶ τροφῆς μεταλαβόντων, τεινομένης ἔτι τῆς ὥρας ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ πεποίηκε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν σε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ χαριζόμενος τοῦτο εἴρηκας; εἰ δὲ μὴ χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν, τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δή ποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ ἡ ξενοδόχος ἡ ἀπὸ ναυαγίου τήν σε τεκοῦσαν ὑποδεξαμένη φιλάνθρωπος ἂν παρ’ ἐμοὶ λέγοιτο. ὑπὸ γὰρ ἐλέους κολασθεῖσα ἐπέπειστο γενέσθαι γυναικὸς εὐεργέτις, ναυαγίῳ περιπεσούσης,
τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης, καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτὴν συμφοραῖς οὖσαν τίς οὐκ ἂν ἰδὼν ἐλεήσειε καὶ τῶν ἀσεβῶν; ὥστε οὔπω φιλανθρωπίας ἔργον οὐδὲ ἡ ξενοδόχος γυνὴ πεποιηκυῖα πρὸς αὐτὴν φαίνεται, ἀλλ’ ὑπὸ τοῦ ἐπὶ μυρίας συμφοραῖς ἐλέου πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἥ σε τεκοῦσα βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη οὐ φιλανθρωπίας, ἀλλὰ φιλίας ἐποίησεν ἔργον. πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας τε καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ φιλανθρωπία δὲ ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος αὕτη καὶ ἀδικήσαντας ἐχθροὺς ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διότι φίλη ἢ ἐχθρὰ, ἡ φίλη τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἣν οὐκ ἠπίστατο, εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ μηδὲ τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηράσαι καὶ λαβεῖν εὐεργετεῖν πείθεται, οὔπω δὲ καὶ φιλάνθρωπος. κἀγὼ ἀπεκρινάμην· ἐπὶ ποίαις οὖν πράξεσι φιλάνθρωπός τις εἶναι δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστι φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω εἰπεῖν. φιλάνθρωπος ἐκεῖνός ἐστιν ὁ καὶ ἐχθροῖς ἡμέρως καὶ εὐεργετικῶς προσφερόμενος. ὅτι δὲ οὕτως ἔχει, σαφῶς ἄκουε. τὴν φιλανθρωπίαν ἐκ δύο μοι νόει συγκεῖσθαι μερῶν, ὧν τὸ μὲν αὐτῆς ἐλεημοσύνη, τὸ δὲ ἀγάπη ἐστὶν ἡ πρὸς τὸν πλησίον· πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος. ἄνθρωπος γάρ ἐστι καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ, εὐεργετοῦντα δικαίους τε καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ πᾶσι παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ κολάζειν, κριτοῦ ἔργον πράττειν ἐπιχειρεῖς.
Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς τότε μέλλων κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστι; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, φιλάνθρωπός ἐστι. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖται τοὺς ἀδικήσαντας. κἀγὼ ἔφην· οὐκοῦν εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ’ ὃ ἀνθρώπους ἠδίκησαν τιμωροῦμαι, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν
ἐφεῖτό σοι καὶ ἡ τοῦ κρίνειν ἐξουσία, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων οὓς ὁ θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς· ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα κρίνειν ὀρθῶς. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ, ἀθέμιτα κρύφα διαπραττόμενοι· ἔνιοι δὲ ἀγαθοὶ, ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως ἕξει πάντως τὸ δικαίως δικάζειν. ἔνιοι γὰρ φονεῖς ὄντες, εἶτα τὰς βασάνους ὑπενεγκόντες, ἀφείθησαν ὡς ἀθῷοι· ἕτεροι δὲ πάλιν ἀθῷοι τυγχάνοντες, τὰς βασάνους οὐχ ὑπομείναντες, καὶ διὰ τοῦτο καταψευσάμενοι ἑαυτῶν, ὡς αἴτιοι ἐκολάσθησαν.Καὶ ὁ Πέτρος ἔχει μετρίως καὶ ταῦτα, ἔφη· τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ἃ μὲν ὧν ποιοῦσιν ἴδιά ἐστιν αὐτῶν, ἃ δὲ καὶ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῆς ἀξιοῦσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γενόμενα εἰδέναι σαφῶς, ποῖα μὲν αὐτοῦ ἐστὶν ἴδια, ποῖα δὲ οὐκ ἔστι. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖν, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων τὰ μὲν ἴδια, τὰ δὲ ἀλλότρια τυγχάνει. καὶ ὁ Πέτρος μοι ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως ἀνάγκη καὶ τὰ κακὰ ἐλθεῖν· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν ἔρχεται τὰ κακὰ, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ, εἴτε ἀγαθὸν ἔπραξεν, εἴτε φαῦλον, ἵνα καὶ τὸ εἰρημένον ὑπὸ τοῦ πνεύματος· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἀληθὲς ᾖ πάντως καὶ ἀναμφίλογον. πλὴν ἀλλὰ τὸν ἀρετῆς ὅλως ἀντιποιούμενον δέον ἐστὶν, ὡς ὁ Χριστὸς εἴρηκε, καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν· ἔτι μὴν καὶ ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ τοὺς λοιδοροῦντας εὐλογεῖν, καὶ τοῖς ἐπηρεάζουσι συγχωρεῖν. οὕτω γὰρ ἀκριβὴς ἔσται φύλαξ τῶν ἐντολῶν, καὶ τὰ ἁμαρτήματα πάντα διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης συγχωρηθεὶς ἀπελεύσεται.
Τούτων ἀκούσας αὐτὸς τἆλλα μὲν πράττειν εἶναι δυνατὸν ἔφην· ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα τὴν ἐπήρειαν, οὐκ οἶμαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ὀρθῶς ἔφης, ἀπεκρίνατο. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία, πολλοῦ δίδοται. ἐὰν γὰρ πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται, ὡς εὐεργέτας
αὐτοὺς ἀγαπήσουσιν. ἄλλως δὲ ἀδύνατόν τινα τὴν τοιαύτην ἐντολὴν κατορθῶσαι, εἰ μὴ σφόδρα τὸν θεὸν ἀγαπῶν εἴη, τῷ τούτου φόβῳ παιδαγωγούμενος. φησὶ γὰρ· ἀρχὴ σοφίας φόβος θεοῦ. τῷ ἐκείνου δὲ φόβῳ στοιχειωθείς τις εἰς ἀγάπην ἥξει πάντως, καὶ οὕτως ἕξει καὶ τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς ἑαυτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων υἱῶν Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐξελθὼν, ἀνεύρετος μένει. οἶμαι δὲ τάχα καὶ τελευτῆσαι αὐτὸν, ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ τηκεδόνι λύπης μαρασμὸν ὑπομείναντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναζε μὲν καὶ λυπηρῶς εἶχε· τῇ δ’ ἐμῇ εὑρέσει τὸ πολὺ τῆς λύπης παρεμυθεῖτο. κατηντήσαμεν οὖν εἰς Βαλαναίας, καὶ τῇ ἐπιούσῃ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλα. τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν, καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης τε καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμέρας ἡμᾶς προσμεῖναι. δυνατὸν γὰρ ἐν τῷ πλήθει καί τινας εὑρέσθαι τῆς τοῦ Χριστοῦ μερίδος ἀξίους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς ἂν εἴη ἡ ξένη αὕτη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.
Ταῦτά μου εἰπόντος ὁ Πέτρος αὐτοῖς ἐν κεφαλαίῳ πάντα ἐξέθετο, ὅσα τε παρὰ τῆς μητρὸς ἀκούσειε, καὶ ὅσα πρότερον παρ’ ἐμοῦ μάθοι, περί τε τοῦ πεπλασμένου ὀνείρου, περί τε τῆς ἐν τῷ πλοίῳ μετὰ καὶ τῶν υἱῶν ναυαγίας, καὶ ὅπως ὕστερον ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς γυναικὸς καὶ τῶν διδύμων αὐτῆς παίδων ἐκβὰς ἄχρι τῆς δεῦρο διέμεινεν ἄγνωστος, κινδύνῳ τυχὸν καὶ αὐτὸς θαλαττίῳ περιπεσών.