Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ὁ δὲ Πέτρος ἐπ’ αὐτῷ ἤδη τῷ τῆς ξενίας πυλῶνι γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, αὔριον περὶ θεοσεβείας διαλεχθῆναι. ἐπεὶ δὲ καὶ εἰσῆλθε, μὴ μεταλαβεῖν πρότερον ἔφη τροφῆς, πρὶν ἢ τοὺς συνεληλυθότας διαναπαύσει. ἀποκριναμένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθε· καὶ λουσάμενος ἐν τῇ θαλάσσῃ καὶ εἰσελθὼν, εἶτα καὶ σιτίων μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν.
Ἄρτι δὲ περὶ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων ᾠδὰς ἀναστὰς καὶ εὑρὼν ἡμᾶς ἤδη ἐγρηγορότας, οἳ καὶ ἦμεν σὺν αὐτῷ πάντες ἑκκαίδεκα, αὐτός φημι Πέτρος, κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα, μετὰ τὸ προσαγορεῦσαι πάντας εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων αὐτῷ, ὅτι Σίμων ὁ μάγος μαθών σε τῇ Τριπόλει ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν αὐτὸς ᾤχετο. τὰ δὲ πλήθη τὴν μίαν ταύτην νύκτα ἐνιαυτοῦ περίοδον ἡγησάμενοι, τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν οὐ δυνάμενοι ἀναμένειν πρὸ τῶν θυρῶν ἑστήκασι κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις, περὶ τῆς τοῦ Σίμωνος μοχθηρίας διομιλοῦντες. ὅτι μετεωρίσας αὐτοὺς καὶ ὑποσχόμενος ἐπὶ πολλοῖς σε κακοῖς ἐλθόντα ἐλέγξειν, ἐπιδημήσαντα γνοὺς νύκτωρ διέφυγε· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου.
Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελειοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰρηκότος, ὅτι πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης· καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ κεκληκότος θεοῦ· ἐὰν δὲ μετὰ τὸ κληθῆναι τὰ ἀγαθὰ πράξωσι, τοῦτο αὐτῶν ἴδιον, καὶ τῆς προσηκούσης τεύξονται μισθαποδοσίας. ταῦτα εἶπε, καὶ τὸν πολὺν ὄχλον ἰδὼν πρᾴως καθάπερ ἥσυχόν τι ῥεῦμα ποταμοῦ ἐπιῤῥέοντα ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐστὶν ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν κεκηπευμένον τόπον καὶ ὕπαιθρον αὐτὸν ἄγοντος εἵποντο καὶ οἱ ὄχλοι.
Καὶ ὁ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ μετεώρου στὰς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς τῶν παρεστώτων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους βρύχοντάς τε μετ’ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν ἐπιτάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι καθυποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως·
Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὑτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διὰ παντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε δὲ πρότερον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα τῆς ἀπιστίας, ὅπερ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, εἰ μὴ πρότερον ἐπὶ καλαῖς πράξεσι βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε· μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους, μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισὶ πράξεσιν ὅλως ἐπιχειρεῖτε.
Ταῦτα εἰπόντος αὐτοῦ καὶ ἀπὸ τῶν γραφῶν πολλὰ παραινέσαντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ προσευξάμενος τὴν ἀπαλλαγὴν ἑκάστῳ τοῦ πάθους παρέσχετο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς,
τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ δόξαν ὑπὲρ τούτου προσενεγκεῖν τῷ θεῷ. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν τοῦτο λαβόντες ἐντολὴν, ὥστε πρωϊαίτερον συνελθεῖν.Τῇ οὖν ἐπιούσῃ ὁ Πέτρος ἅμα τοῖς συνοῦσιν ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον πάλιν ἐλθὼν ὁ θεὸς, ἔλεγε πρὸς αὐτοὺς, πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος καὶ νῦν ἐπὶ πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ’ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ κατὰ τὸ ἀρέσκον αὐτῷ βιώσαντες, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ’ ἀξίαν ἕκαστος ἀπολαύσῃ. διὸ νῦν ἄρξασθε γνώσεως ἀγαθῆς θεῷ πειθόμενοι ἀντιλέγειν ταῖς ἑαυτῶν ἀτόποις ἐπιθυμίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι νεμηθεῖσαν χάριν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά· καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς ἀεὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν, ἀπολουσάμενοι τῇ μακαρίᾳ τῆς τριάδος ἐπικλήσει πρότερον, εἴ τις κηλὶς, εἴ τις σπῖλος ταῖς ὑμετέραις ἐπιπολάζει ψυχαῖς. οὕτω γὰρ οὐ μόνον τὰ ἐνδομυχοῦντα πνεύματα ὑμῖν ἀποδιῶξαι δυνήσεσθε, ἀλλὰ καὶ τὰ ἑτέροις ἐνοχλοῦντα δαιμόνια σὺν τοῖς ἄλλοις πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπό τινων παθῶν ὀχλουμένοις ἐκέλευσεν αὐτῷ προσιέναι, καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ ἐξαυτῆς ἰασάμενος ἐνετείλατο ὀρθριαίτερον συνελθεῖν.
Τῇ δὲ τρίτῃ ἡμέρᾳ περὶ ὄρθρον ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη. ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας, ὥσπερ ἀκοῦσαί τι βουλομένους, συνεὶς ἔφη· πρὸ πάντων, ὦ φίλοι, ὁ θεὸν σέβειν αἱρούμενος εἰδέναι ὀφείλει, ὅτι ἐν τρισὶν ὑποστάσεσιν οὗτος γνωρίζεται. ἔστι δὲ τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον, τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα τε περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις τισὶ κατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν ὑγιαίνοντας.
Τῇ δὲ ἐπιούσῃ πάλιν ἡμέρᾳ διαναστὰς καὶ προσευξάμενος, εἶτα καὶ σὺν ἡμῖν κἀθεσθεὶς λέγειν ἤρξατο οὕτως· τὸν μέλλοντα προσιέναι τῷ θεῷ χρὴ νήφειν, χρὴ σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸν εἶναι τῇ καρδίᾳ καὶ ἁγνὸν τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὓς ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἔφησεν· οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου. φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. ἀληθῶς γὰρ ὁ καθάρας τὸ ἔσω, καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων, πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.
Ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ, τῶν τριῶν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν, ἀγαγών με εἰς τὰς ἐν
τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος· καὶ λαβὼν ἄρτον καὶ εὐλογήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ οὕτως εὐωχηθέντες οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν ἀποδεδώκαμεν τῷ θεῷ. πολλοῦ τε ὄχλου συναθροισθέντος, νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην, τὸν ἀποδεξάμενον αὐτὸν ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος καὶ περὶ τῆς κατὰ τὴν ἐκκλησίαν τάξεώς τε καὶ ἁρμονίας συλλαλήσας τῷ ἐπισκόπῳ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ὁδὸν ἐπορεύετο.Ἐκβάντες δὲ τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν· καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τὰ τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον εἰσιοῦσι κατὰ πόλιν ἡμῖν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, ὅπως μήτε οὗτοι λυπηθῶσι κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γενόμενοι, φθόνου τοῖς ἄλλοις καταστῶμεν αἴτιοι. τούτου ἕνεκα βούλομαί σε τὸν Νικήτην ἅμα τῷ Ἀκύλᾳ προοδεύειν μου κατὰ συστήματα δύο σποράδην.
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίναντο Νικήτης τε καὶ Ἀκύλας· οὐ πάνυ ἡμᾶς κύριε λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ προστετάχθαι· πρῶτον μὲν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· ἔπειτα δὲ, ὅτι ὡς ἐπιπολὺ ἡμερῶν δύο ἀνάγκη τοῦτο πράττειν ἡμᾶς ἀπολιμπανομένους σου· καὶ αὗται δὲ πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν καθορᾶν· πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον οὐκ ἀντιλέγομεν. ταῦτα εἰπόντες προῆγον.
Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. ἀμέλει καὶ πρὸς αὐτὸν εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ, φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταττόμενα, εὐθύμως ὑποίσεις; ἢ οὐκ οἶδας, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἐκείνων ἀπολιμπάνωνται, ὡς ἔνιοι συνόντες τοῖς σώμασι, μακρὰν ἀφεστήκασι ταῖς ψυχαῖς;
Κἀγὼ ἀπεκρινάμην· ἀλλὰ μή με νομίσῃς κύριε, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῶς ἔχοντι λογισμῷ. ἐπεὶ γάρ σε ἀντὶ πάντων εἱλόμην, πατρός τε καὶ μητρὸς, ἀδελφῶν ἅμα καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθείας, οὕτω καὶ ἡς ἔμελλον ἐκ πάντων ἀπολαύειν παραμυθίας, διά σου μόνου καρποῦμαι. δέδοικα γὰρ ὅλως ἀπολειφθῆναί σου, μή ποτε διὰ τὴν ἐκ τῆς ἡλικίας ἀκμὴν
ἥττων ἐπιθυμίας γένωμαι. καὶ διὰ τοῦτο οὕτως ἐνστάσεως ἔχω, ὡς ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τίς μοι βούλεται συνοδεῦσαι, εὐσεβῶς καὶ συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπῆσαι κατὰ θεὸν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα, πρὸς δὲ καὶ ἑτέρους τινὰς τῶν εὐσεβεῖν ἑλομένων. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ καὶ τὰ μέγιστα χαρίζῃ, εἰ μοι τὰς τῶν δούλων ὑπηρεσίας ἐπιτρέποις ποιεῖν.Καὶ ὁ Πέτρος ἀκούσας μετά τινός φησι μειδιάματος· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ’ αὐτῆς ἀνάγκης εἰς δούλων σε ταγῆναι τὀπον; ἐπεὶ τίς τὰς καλάς μοι καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ τῶν ὑποδημάτων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετομάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνικῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ὡς θηρίῳ μεγάλῳ, τῇ ἐπιθυμίᾳ προευτρεπίζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνιέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρώμαι καὶ σπανίως λαχάνοις· καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ἕν ἐστι τούτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ, τῶν ἐνταῦθα οὐδενὸς ἐπιστρέφεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥαδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος οὐ μόνον ἐν ὀρφανίᾳ τραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας εἷς ἐργασίαν ἐθισθέντες εὐμαρῶς φέρομεν νῦν τὰς μακρὰς ταύτας ὁδοιπορίας. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι.
Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὑ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους εἰσίν. ὁ δὲ ἰδών με σύνδακρυν ἐπυνθάνετο τὴν αἰτίαν. κἀγὼ πρὸς αὐτὸν καὶ τί τοιοῦτον ἥμαρτον, φημὶ, ἵνα καὶ τοιοῦτον ἀκοῦσαί με λόγον; Καὶ ὁ Πέτρος εὐθὺς εἰ κακῶς εἴρηκα δουλεῦσαί σοι προελόμενος, σὺ πρῶτος ἥμαρτες, πρῶτος τοῦτο καὶ ποιῆσαι προθυμηθείς. κἀγὼ ἔφην· οὐχ ὁμοίως ἔχει· ἐμοὶ μὲν γὰρ καὶ λίαν προσήκει τοῦτο ποιεῖν, σοὶ δὲ οὐδαμῶς, ἄτε θεοῦ κήρυκι ὄντι καὶ ψυχὰς ἀνθρώπων ποιμαίνειν πεπιστευμένῳ. καὶ ὁ Πέτρος ὁ κύριος ἡμῶν, εἶπεν, ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθὼς, μόνος τε ὑπὲρ πάντας τὴν ἀληθῇ καὶ μόνην εὐγένειαν ἔχων, δουλεύειν ἠνέσχετο, ἵν’ ἡμᾶς πείσῃ, μὴ δι’ αἰσχύνης ποιεῖσθαι τὸ δουλικὰς προσφέρειν τοῖς πλησίον ὑπηρεσίας, κἂν εὐγενεῖς ὦμεν, κἂν πλεῖστον αὐτῶν διαφέρωμεν. κἀγὼ ἔφην· εἰ λόγῳ σε νικήσειν οἴομαι, ἄφρων εἰμὶ κατὰ τὸ φανερὸν καὶ ἀνόητος πλὴν ἀλλὰ χάριν οἶδα τῇ τοῦ θεοῦ προνοίᾳ, ὅτι περ εἰς γονέων μοῖραν ἔχειν σε κατηξίωμαι.
Καὶ ὁ Πέτρος οὐδεὶς δέ σοι ἀληθῶς, ἔφη, πρὸς γένους ὑπάρχει; κἀγὼ ἀπεκρινάμην· εἰσὶ μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες Καίσαρι προσήκοντες κατὰ γένος. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ Καῖσαρ γυναῖκα συγγενῆ συνηρμόσατο, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοί· δύο μὲν πρὸ ἐμοῦ οἵ καὶ δίδυμοι ὄντες κομιδῆ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς ὁ πατὴρ
ἐξηγεῖτό μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν καὶ τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματθιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, οἱ δὲ ἀδελφοὶ ὁ μὲν Φαυστῖνος, ὁ δὲ Φαυστινιανὸς ἐκαλεῖτο. ἐμοῦ οὖν τοῦ τρίτου ἐπιγεννηθέντος αὐτοῖς, ἡ μήτηρ ὄνειρον ἑωράκει, ὡς ὁ πατὴρ ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους αὐτῆς υἱοὺς ἐξαυτῆς παραλαβοῦσα τῆς Ῥωμαίων ἀποδημήσῃ πόλεως ἐπὶ ἔτη δέκα, πανωλεθρίῳ σὺν αὐτοῖς ἀποθανεῖται θανάτῳ.Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν, σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐνθέμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν· ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχε παρ’ ἑαυτῷ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ ἐκεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. τοῦ ἐνιαυτοῦ τοίνυν ἐκείνου περιελθόντος ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς ἑαυτοῦ μαθεῖν ἅμα γλιχόμενος, πῶς ἄρα διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐκ ἐπανῆλθον. τρίτῳ δὲ πάλιν ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως σὺν ἐφοδίοις· οἵ τινες τετάρτῳ ἐνιαυτῷ ἧκον ἀπαγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ὅλως ἑωρακέναι, μηδὲ ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἂν ἴχνος εὑρηκέναι.
Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς, ποῦ ὁρμήσας κατὰ ζήτησιν ἐκείνων ἐξέλθοι, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πυκνότερον ἐπυνθάνετο, ποῦ τις ἢ ἴδοι ἢ ἀκούσειεν ἐντὸς τεσσάρων ἐνιαυτῶν ἀπαντῆσαν ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ πάλιν ἀντεπυνθάνετο, εἰ ἑωράκασι σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον τῇ γῇ. πολλῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ διαφόρους καιροὺς, ὁ πατὴρ ἀκούων ἐστέναζε. πλὴν ὑπὸ τῶν σπλάγχνων νενικημένος ἀλόγιστα ἐπυνθάνετο, τοσοῦτον θαλάσσης βυθὸν πειρώμενος ἐρευνᾶν· ὅμως συγγνωστὸς ἦν, ὅτι διὰ τὴν πρὸς τοὺς ζητουμένους στοργὴν ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δή ποτε ὑπὸ φροντισταῖς καταλιπών με καὶ ἐπιτρόποις δωδέκατον ἤδη γεγονότα ἔτος, αὐτὸς δακρύων εἰς Πόρτον κατῆλθε· καὶ εἰς πλοῖον ἐμβὰς εἰς ἐπιζήτησιν ἐκείνων ἐξέπλευσε· καὶ ἐξ ἐκείνου μέχρι καὶ νῦν οὔτε γράμματα παρ’ αὐτοῦ ἐδεξάμην, οὔτε ἐν ζῶσιν αὐτὸν εἶναι ἢ τεθνηκόσιν ὅλως ἐπίσταμαι. ῥοπὴ δέ μοι πλείων πρὸς τοῦτο τῆς διανοίας, ὅτι τέθνηκέ που, ἢ ὑπὸ λύπης ἥττων γενόμενος, ἢ ναυαγίῳ περιπεσών. τούτου δὲ τεκμηρίῳ χρῶμαι, ὅτι ἔξ ἐκείνου ἥδη λοιπὸν εἰκοστὸν ἔτος ἐστὶν, ἀφ’ οὑ ἴχνος οὐδὲν ἀληθείας ἐμοὶ περὶ αὐτοῦ ἤκουσται.
Ταῦτα ἀκούων ὁ Πέτρος ὑπὸ συμπαθείας ἐδάκρυε καὶ εὐθέως τοῖς συνοῦσι γνησίοις εἶπεν· εἴ τις πέπονθεν εὐσεβὴς ἀνὴρ, οἷα ὁ τούτου πατὴρ, εὐθέως ἂν τῷ τῆς θεοσεβείας λόγῳ ἢ τῷ πονηρῷ ἐπέγραφε τὴν αἰτίαν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσι συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι καὶ ἐνταῦθα πλανῶνται, καὶ τῆς ἐκεῖθεν ἐλπίδος ἀποτυγχάνουσι. τοῖς γὰρ ἐν θεοσεβείᾳ τὰ λυπηρὰ πάσχουσιν ἔκτισις αὐτὰ γίνεται τῶν παραπτωμάτων.