Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Τούτων οὕτω κεφαλαιωδῶς ῥηθέντων ὑπὸ τοῦ Πέτρου ὁ Νικήτης καὶ Ἀκύλας καταπλαγέντες ἆρά γε δέσποτα καὶ κύριε τῶν ἁπάντων, εἶπον, ἀληθὲς, ἢ ὄνειρός ἐστι ταῦτα; καὶ Πέτρος εἰ μὴ κοιμώμεθα, ἔφη, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ ὥσπερ ἐπὶ συννοίας γενόμενοι ἡμεῖς ἐσμὲν Φαυστῖνος καὶ Φαυστινιανὸς, ἔφασαν. καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ αὐτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα· λογιζόμενοι [δὲ,] ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ καὶ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας· πρὸς δὲ τὸ τέλος νῦν τῶν λεγομένων ἰδόντες καὶ γνόντες ἀκριβῶς, ὅτι περ ἡμῖν διαφέρει τὰ εἰρημένα, τότε ἑαυτοὺς ἀνωμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες περιπλέκεσθαι ἤδη ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυσεν αὐτοὺς εἰπών· ἐάσατέ με, αὐτὸς ὑμᾶς τῇ μητρὶ προσαγάγω, μήπως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς καὶ εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ καὶ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.
Ὅμως ἐπεὶ κόρον ἔσχε τοῦ ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος περὶ θεοσεβείας αὐτῇ διελέχθη πρότερον εἰπών· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν ἀκρίβειαν. ἕνα γὰρ θεὸν σέβομεν τὸν πεποιηκότα οὐρανόν τε καὶ γῆν καὶ ὃν ὁρᾶς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε ἀνεπιλήπτως, καὶ τραπέζης ἐθνικῆς μὴ μετέχειν, διὰ τὸ ἀκαθάρτως αὐτοὺς πολιτεύεσθαι. ὅταν δὲ πείσωμεν αὐτοὺς τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, τοῦ ἱεροῦ βαπτίσματος ἀξιώσαντες ἐν τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε δὴ αὐτοῖς καὶ συναυλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως τὴν στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ θεμιτὸν ἡμῖν. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, ἄχρις ἂν τὰ αὐτὰ ἡμῖν φρονῇς καὶ ποιῇς.
Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥτις καὶ πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῷ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσῃ μοι τούτοις ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ με καὶ λέγειν; ὁπότ’ ἂν οὐδὲ πλουτοῦσαν τρυφή με πρὸς τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταῦτα πενία ἐπὶ τοῦτό γε ἐλθεῖν κατηνάγκασεν, ἅτε δὴ τῆς σωφροσύνης ὡς μεγίστου καλοῦ ἀντιποιουμένης μου, ἧς ἕνεκα καὶ εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδέ σε οἶμαι, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται· ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἐκδίδωμι. ἀλλὰ μηδὲ νῦν κακουχίας ἀπηλλάχθαι νομίσῃς μου τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἀναγνώρισιν· ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο μου τέκνων ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. λυπεῖ γὰρ ἡμᾶς οὐ τοσοῦτον τὸ ἐν τῇ θαλάσσῃ τούτους παραπολέσθαι, ὅσον τὸ χωρὶς τῆς εἰς θεὸν εὐσεβείας διαφθαρῆναι μετά γε τῶν ψυχῶν αὐτοῖς καὶ τὰ σώματα. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύνευνος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ζήτησιν ἐκβὰς τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ καὶ αὐτὸς ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν· ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα ἠγαπημένων αὐτῷ στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διαπεφώνηκε.
Τῆς δὲ μητρὸς ταῦτα λεγούσης ἀκούοντες οἱ παῖδες οὐκέτι κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἠδύναντο στέγειν· ἀλλ’ ἀναστάντες περιεπλέκοντό τε αὐτῇ καὶ σὺν δάκρυσι κατεφίλουν. ἐφ’ ᾧ δὴ καὶ ἡ μήτηρ καταπλαγεῖσα, τί θέλοι τοῦτο εἶναι, ὑπὸ ἐκστάσεως ὥσπερ καὶ ἀγνοίας τῶν γινομένων ἠρώτα. καὶ ὁ Πέτρος εὐθὺς παράστησον, ὦ γύναι, εἴρηκε, γενναίως τὸν νοῦν σου, ὥστε τῶν σῶν ἡδέως ἀπολαῦσαι τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οὓς ἔλεγες ἐν βυθῷ τεθνάναι, καὶ ὧν τὸ πένθος ἀβίωτον ἐτίθει σου τὴν ζωήν. πῶς δὲ αὐτῶν ὁ μὲν Νικήτης, ὁ δὲ Ἀκύλας καλεῖται, αὐτοὶ καλῶς λεγέτωσάν τε καὶ διδασκέτωσαν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ ἀμέτρου πλησθεῖσα χαρᾶς μικροῦ ἂν ἀπολελοίποι καὶ τὴν πνοήν· ἀνενεγκοῦσα δὲ ὅμως καὶ ὥσπερ ἑαυτῆς γενομένη τέκνα
μου ποθεινὰ, ἔφη, τέκνα γλυκύτατα, τέκνα καρδίας καύσωνες τῆς ἐμῆς εἴπα τέ μοι, τίνα δὴ τὰ μετα τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.Καὶ ὁ Νικήτης αὐτίκα τὸν λόγον ἀναλαβὼν οὕτως ἔφη· ἡμῖν, ὦ μῆτερ, ὡς οἶσθα, τοῦ πλοίου κατὰ τὴν νύκτα διαῤῥαγέντος ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν οὐ δεδοικότες ἡμᾶς ἀνελόμενοι καί τινι ἐνθέμενοι σκάφει, ἔπειτα δὲ καὶ κώπαις χρώμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ σφόδρα συνεχομένους ἡμᾶς τῷ λιμῷ, πρὸς δὲ καὶ περιδεεῖς ὄντας, μή τι καὶ προπετὲς καὶ τῶν αὐτοῖς οὐ δοκούντων φθεγξώμεθα, ἐκεῖνοι τὰ ὀνόματα ἡμῶν διαμείψαντες εἰς δουλείαν ἀθλίως ἀπέδοντο. γυνὴ δέ τις ἡμᾶς Ἰουδαίοις προσήλυτος ἀξιόλογος πάνυ ὄνομα Ἰούστα ὠνησαμένη ἐν τέκνων ἐφύλαττε μοίρᾳ καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ γενόμενοι ἐφ’ ἡλικίας ἔμφρονες καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνατῶς ἔχωμεν. ἠκριβώσαμεν δὲ καὶ τὰ φιλοσόφων, ἐξαιρέτως τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα καὶ μᾶλλον ἀνασκευάζειν δυνώμεθα.
Σίμωνι δέ τινι μάγῳ σχεδὸν γενόμενοι σύντροφοι φιλίας ὁδῷ ἀπατηθῆναι ἤδη ἐκινδυνεύομεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ σοι ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησε μὴ συνθέσθαι τῷ μάγῳ. ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ αὐτὴν μετασχεῖν, ὅπως κοινῶν ἁλῶν καὶ τραπέζης δυνηθῶμεν μεταλαβεῖν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐνόμιζες ἡμᾶς ἐν τῇ θαλάσσῃ τεθνάναι.
Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἄμοιρος ἡμέρα γένηται, ἀφ’ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, καθ’ ἣν ἂν οὐ συνεστιαθείην αὐτοῖς. καὶ ἡμῶν δὲ τὰ ὅμοια τῇ μητρὶ συνικετευόντων ὁ Πέτρος ἔφη· τί οἴεσθε, μόνος ἐγὼ ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι συνεστιαθῆναι ὑμᾶς τῇ μητρὶ σήμερον βαπτίσας αὐτήν; οὐ μὲν οὖν. ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπεὶ καί τινα ὑπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ· τάχα γὰρ εἰ μὴ τοῦτο, πολλῶν ἡμερῶν αὐτὴν ἁγνισθῆναι ἔδει.
Ἐρομένῳ οὖν μοι, τί ἄρα καὶ φθεγξαμένη τὴν πίστιν αὑτῆς ἐξέφηνεν, ὁ Πέτρος ἔφη· ἀπόχρη καὶ μόνον αὐτῆς ἡ ἀξίωσις τοῦ συμβαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον καὶ εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ’ αὐτῆς ποθουμένῃ δοθῆναι ἠξίου, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν ἔχω καταγινώσκειν, ὁπότ’ ἂν
αὐτοὶ βαπτισθέντες καὶ πιστεύειν ὁμολογοῦντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν καὶ υἱοὺς ἅμα καὶ φίλους, εἰς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι, ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν ἐπὶ τῷ βαπτίσματι, πάντως ἂν καὶ οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἐπεί τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας ὀδύρονται καὶ κατελεοῦσιν; οὕτως εἰ ἐπεπιστεύκεισαν, αἰώνιον πῦρ περιμένειν τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, δακρύοντες ἐπ’ αὐτοῖς καὶ χαλεπῶς ὀδυνώμενοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν, ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, νηστευσάτω ἡμέραν πρὸ τοῦ βαπτίσματος.Ἡ δὲ ὤμνυε, δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ διηγουμένη τὰ κατὰ τὸν ἀναγνωρισμὸν ὑπὸ πολλῆς χαρᾶς τροφῆς μὴ μεταλαβεῖν, ἢ χθὲς μόνον βραχέος ὕδατος μαρτυρήσει τε τῷ ὅρκῳ καὶ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν, ὦ κύριέ μου, τὴν σήμερον βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ’ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἐπεὶ μηδὲ δἰ αυτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μη δεμίαν μετὰ τὸν ἀναγνωρισμὸν ἡμέραν τῆς ἡμετέρας χωρίσαι τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῇ ἀληθείᾳ ποιήσασα, οὕτω καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἐν ἀγνοίᾳ νηστεῦσαι ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵν’ ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς μεταλαβεῖν σὺν ἡμῖν καὶ ἁλῶν δυνηθείη.
Καὶ ὁ Πέτρος μὴ ἡμᾶς, ἔφη, νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τὴν τῆς τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν διαμείνωμεν τὴν σήμερον ἐν νηστείᾳ, καὶ αὔριον βαπτισθήσεται. οὕτως ἔφη Πέτρος, καὶ οἱ πάντες τῷ λόγῳ συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ’ ἡμέραν ὁ Πέτρος διϋπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ διαναστήσας Φαυστῖνος, εἶπε, καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ γενόμενοι τὰ τοῦ βαπτίσματος σχεδιάσωμεν.
Ἐπὶ τὸν αἰγιαλὸν οὖν γενομένων ἡμῶν καὶ μεταξὺ πετρῶν τινῶν γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ
ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ καὶ σὺν ἡμῖν ὅσοι παρῆσαν, τῶν γυναικῶν χάριν ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψε δι’ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν, μόνοις ἐκ τῶν ἀνδρῶν ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταύταις ἐγκελευσάμενος. ἐλθόντες οὖν ἐπὶ τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἀφικέσθαι ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας τῇ μητρὶ πρῶτον ἐπέδωκε καὶ μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς. καὶ οὕτως αὐτῇ συνειστιάθημεν καὶ τὸν διδόντα τροφὴν θεὸν εὐλογήσαμεν.Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθίσας αὐτὸς καὶ ἡμᾶς δὲ παρακαθεσθῆναι κελεύσας ὑφηγεῖτο, τίνι λόγῳ προπέμψας ἡμᾶς απὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθε. τὴν δὲ αἰτίαν ἔλεγεν εἶναι τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναί μου, γέρων τὶς συνῄει περίεργος, κλέπτων ἑαυτὸν καὶ βουλόμενος ὁρᾶν, αὐτὸς μὴ ὁρᾶσθαι. καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησε, πρὸς τὸ ἰδεῖν τί ἂν καὶ πράττοιμεν εἰς τὸν σκεπεινὸν τόπον γενόμενοι, λάθρα ἐκβὰς ἠκουλούθησεν. εἶτα ἐν εὐκαίρῳ τόπῳ μοι προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν ἐθέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπήνῃς. νῦν δὲ τὰ δοκοῦντα ἐμοὶ ἀληθῆ λέγω, εἰ βούλει. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν, ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπεί περ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.
Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφῇ πράττοιτε· καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα, καὶ ἐλεήσας ὑμᾶς ἀνέμεινα ὅπως ἐξιοῦσι προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἀκριβῶν ἐκ πολλοῦ τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχη, εἴτε καὶ μὴ τὰ ἐκ τῆς γενέσεως παθεῖν ἂν ἔχοις. αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν εὐθηνίᾳ πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐ δεδύνημαι. κἀγὼ πρὸς αὐτόν· καὶ τίνα ἐστὶν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη μοι λέγειν νῦν· ἴσως δὲ ἐπὶ τῷ τέλει ἀκούσῃ , τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πίστεις σοι παρασχεῖν βούλομαι.
Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦθ’ οὕτως ἔχειν πεπληροφόρησαι, σεαυτῷ τἀναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς συμβουλεύων ἡμῖν, ὃ γενήσεσθαι πάντως ἀδύνατον; ἀλλ’ ἔτι μὴν εἰ γένεσις ὑφέστηκε, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ ἂν τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν γενέσεως ἐπικρατούσης περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται τῇ καθόλου αὑτῶν ὑποκείμενοι γενέσει.
Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς ἐπισυνῆλθεν ὄχλος. καὶ ὁ Πέτρος εἰς αὐτὸν ἀποβλέψας ἔφη· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφότες καὶ παράγγελμα ἔχοντες γενέσει μὴ προσανέχειν, φημὶ δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο καὶ οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. φημὶ γὰρ, ὅτι κατὰ θεοῦ πρόνοιαν διοικεῖται τὰ πάντα, καὶ ἕκαστος πρὸς ἅ πράττει τιμῆς ἢ κολάσεως τεύξεται. εἴτε δὲ νῦν, εἴτε καὶ αὖθις, οὐδέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἐστὶν αὕτη· τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ πεπηρωμένην ἔχει τὴν χεῖρα, ἢ χωλὸν ἄρα τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα ἰατροῖς οὐ θεραπευθῆναι δυνάμενον οὐδὲ ἀστρολόγοις, ἐπεὶ μηδὲ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν, ἐγὼ τοῦ θεοῦ δεηθεὶς παρέξω τὴν θεραπείαν. τούτου δὲ, ὡς ἐγώ φημι, γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γὰρ ἐστι τὸ λέγειν· γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ πρὸς αὐτόν· καὶ πάνυ. εἰ γὰρ καὶ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων, ὡς σὺ φῂς, γίνονται· τὸ δὲ τοὺς ἀστέρας ταῦτα ποιεῖν ὑπὸ θεοῦ τέτακται, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι πάντως ἄρα καὶ εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνθέντα τοῖς ἄστροις.
Καὶ ὁ γέρων· ἀληθῶς ἔφης· ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ
ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὤν καὶ Ῥώμην πρῶτον οἰκήσας, εἶτα φιλιωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἀκριβῶς ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τὰς πράξεις ἀποτελεσθείσας αὐτῶν τῇ γενέσει, λόγοις μόνοις οὐκ ἔχω σοι πείθεσθαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας ἰδίων δούλων ἐρώσας καὶ ἐπὶ ξένης ἐν ὕδατι θνησκούσας· ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ τὸν ψόγον φέρειν οὐ δυναμένη, φυγοῦσα ἐν ἀλλοδαπῇ καὶ κοίτης αὐτῷ κοινωνήσασα κατὰ θάλασσαν διεφθάρη.Κἀγὼ ἀπεκρινάμην· καὶ πῶς ἄρα γινώσκεις, ὅτι ἡ φυγοῦσα, ἐπ’ ἀλλοδαπῆς γενομένη τὸν δοῦλον ἔγημε καὶ γήμασα ἐτελεύτησε; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐκ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον· ἀλλὰ μετὰ τὴν ἐκείνης ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς πάντα μοι τὰ κατὰ τὸν αὐτῆς ἔρωτα διηγήσατο, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἐβουλήθη μιάναι τὴν κοίτην· καὶ πῶς βουλομένη καὶ αἰδουμένη πάλιν αὐτόν τε καὶ τὸν ψόγον ἡ τάλαινα· οὐκ ἔστι γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα καὶ πάσχειν καὶ ποιεῖν ἠναγκάζετο· ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγε γὰρ αὐτὴν εἰρηκέναι, ὅτι ὄναρ αὐτῇ τις ἐπιστὰς ἐκέλευσεν ἐξ αὐτῆς ἅμα τέκνοις τῆς Ῥωμαίων ἐκβῆναι πόλεως· ὁ δὲ ἀνὴρ σώζεσθαι ταύτην σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα παιδευθησομένους αὐτοὺς εἰς τὰς Ἀθήνας ἐξέπεμψε σὺν μητρὶ καὶ δούλοις· τρίτον δὲ υἱὸν ἔχων παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος ἐν ὀνείρῳ συνεῖναι αὐτῷ ἐπιτρέψαντος· πολλοῦ οὖν παρεληλυθότος χρόνου ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς, αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτατον ὄντα ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμνον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας ἐγενόμεθα μέρη. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἐκεῖνος μὲν ἀθυμῶν ἐτελεύτησεν· ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν τροφὰς ἔκτοτε καὶ εἰς δεῦρο πορίζομαι.
Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν, ὅτι ὃν ἔλεγε γέροντα οὗτος αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν ὁ πατὴρ ὁ ὑμέτερος, οὐκ ἐβουλήθην αὐτῷ συναντιβαλεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν δὲ μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί τῷ γέροντι ὄνομα. ὁ δὲ ἔφη· Φαῦστος· τί δὲ τοῖς διδύμοις υἱοῖς· ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός· τί δὲ τῷ τρίτῳ υἱῷ·
ὁ δέ· Κλήμης, εἶπε· τί δὲ τῇ τούτων μητρὶ ὄνομα· Ματθιδία, φησίν. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἴνα μετὰ τὴν τῶν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τῶν ἁλῶν εἰπεῖν ὑμῖν οὐ δέον ἔκρινα, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσι. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν, ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν θεὸν γενναίως φερέτω τὰ εἰρημένα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς εἰρήκατε στοχαζόμενοι.Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα μέγα ἀνέβραγεν· οἴμοι, ἄνερ, ὡς ἀγαπῶν ἡμᾶς κρίσει μὲν αὐτὸς ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες τὸ φῶς ὁρῶμεν καὶ τροφῆς ἄρτι μεταλαμβάνομεν. οὔπω τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ καὶ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκρίβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς ἐπέχειν ἑαυτοὺς οὐκ ἠδύναντο. καὶ μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἡ μήτηρ· ἔχω σε Φαῦστε τὸν κατὰ πάντα γλυκύτατον. πῶς ἄρα ζῇς, ὃν ὡς τεθνεῶτα μκρῷ πρόσθεν ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ὁ ποθεινὸς Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες τὴν ἐκείνου μορφὴν ἀμυδρῶς πως κατεμανθάνομεν.
Ἅ καὶ βλέπων ὁ Πέτρος σὺ εἶ Φαῦστος, εἶπεν, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἐγὼ εἰμι, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τοὺς σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· συγγενὴς ὢν Καίσαρος καὶ γενέσθαι κατάφωρος οὐκ ἐθέλων ἐπ’ ἄλλῳ τινὶ τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵν’ αὐτοῖς ὅστις εἰμὶ μὴ ἐπιγνωσθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τὸν τόπον ἡγούμενοι ταῦτα μαθόντες ἀνακαλέσονται Καίσαρι κεχαρισμένα ποιοῦντες καὶ τὴν τοῦ βίου πάλιν εὐδαιμονίαν μοι περιθήσουσιν, ὅπερ ὅλῃ προθέσει πρότερον ἀπεταξάμην, ἄνευ τῶν ἐμοὶ φιλτάτων τέκνων πολιτεύεσθαι ἢ ζῆν ὅλως μὴ ἀνεχόμενος.