Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου τοῦ Σίμωνος καὶ Πέτρον εύλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς τὸν ἐκείνου πόθον μετέθηκε, καὶ πάντες ἐπιθυμεῖν αὐτοῦ δεινῶς ἔλεγον· ἔνιοι δὲ καὶ χαλεπαίνοντες αὐτῷ ἦσαν δῆθεν, οἷά περ αὐτῷ ἐκείνῳ Σίμωνι ὄντι, διὰ τὸ ὑπερβάλλον τῆς περὶ τὸν Πέτρον στοργῆς, καὶ χεῖρας ἐπιβαλεῖν ἐπεχείρουν. καὶ ὃς μὴ παρ’ αὐτῶν ἀναιρεσθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ἐπικαταλάβῃ ζῶντα, καὶ ἀκμαζούσῃ τῷ πρὸς αὐτὸν πόθῳ τῇ πόλει εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ τούτων ἀκούσας πρὸς τὸ ἐκκλησιάζειν πλείστους ἀγαγὼν, ἐπίσκοπόν τε καταστήσας, καὶ ἰασάμενος πολλοὺς καὶ βαπτίσας, ἡμέρας ἐπιμείνας τρεῖς τῇ Λαοδικείᾳ ἐπὶ τὸν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσε.

Καὶ δὴ τὴν πόλιν καταλαβόντα τὸ πλῆθος συνδραμὸν ἅπαν μετὰ χαρᾶς ὑπεδέξατο ὡς τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ἕνα τε θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας. εἶτα πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ γέρων, ὅτι Πέτρος παρῆν, προσδραμὼν ἑαυτόν τε τῇ γῇ προσκαταβαλὼν τὰ ἐκείνου κατησπάζετο ἴχνη ἀξιῶν τῷ θείῳ τελειωθῆναι βαπτίσματι, ὥστε τὸ ἀρχαῖόν τε τῆς ψυχῆς κάλλος καὶ τὴν μορφὴν τοῦ σώματος ἀπολαβεῖν διὰ τοῦ βαπτίσματος καὶ κοινωνὸς τῶν ἀχράντων γενέσθαι τοῦ Χριστοῦ μυστηρίων καὶ ὁ Πέτρος κατηχήσας αὐτὸν, εἰρηκώς τε πολλὰ περὶ σωτηρίας, ἐπὶ τέλει δὲ καὶ τοῦτο εἰπὼν, ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱός τοῦ θεοῦ τοῖς μαθηταῖς ἐντελλόμενος, ὁ πιστεύσας, ἔφη, καὶ βαπτισθεὶς, σωθήσεται, καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις· ἐπεί περ ὁ καιρὸς πρὸς ἑσπέραν ἦν, τροφῆς μεταλαβόντας μετὰ τὴν συνήθη εὐχὴν ὁ ὕπνος ἐλάμβανε.

Τῇ δὲ ἐπιούσῃ ὀρθριώτερον πάλιν ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος μετακαλεῖται σὺν ἡμῖν τὸν πατέρα καὶ σήμερον, ὦ ἀδελφοὶ, λέγει, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ἦν ὕδατα πολλά τε καὶ καθαρὰ, καὶ μόνον τὸν πατέρα λαβὼν ἰδίᾳ, κατηχήσας τε πολλά καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἄρτον λαβὼν, εὐχαριστήσας τε καὶ εὐλογήσας τῶν ἱερῶν αὐτῷ κοινωνεῖ μυστηρίων. καὶ ἦμεν ὁμοῦ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ νύκτα τε καὶ μεθ’ ἡμέραν ἐπί τε τῇ τοῦ πατρὸς διὰ τοῦ θείου πνεύματος ἀναγεννήσει, καὶ τῇ ἀκροάσει τῶν Πέτρου λογίων. χρόνον οὖν τινα ἐπὶ τὸ αὐτὸ διαγαγόντων ἡμῶν, πᾶσι δῆλα κατέστη τὰ καθ’ ἡμᾶς, καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασι, καὶ πάντες ἐθαύμαζον ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν ἐμεγάλυνον.

Τῆς φήμης οὖν πανταχόσε διαθεούσης ὁ τῆς Ἀντιοχέων ἡγεμὼν πάντα τὰ συμβεβηκότα ἐπί τε τῷ πατρὶ καὶ τῇ μητρὶ γνοὺς, καὶ ὅτι Καίσαρι κατὰ γένος προσήκουσιν, ἀναφέρει ταῦτα τῷ Τιβερίῳ. καὶ ὁ βασιλεὺς ἀκούσας κελεύει, τὸ τάχος ἀναπεμφθῆναι αὐτοὺς εἰς Ῥώμην. ὃ καὶ

γέγονε. καὶ μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας ὁ ἡγεμὼν ἐξ Ἀντιοχείας πρὸς τὸν Καίσαρα Τιβέριον αὐτοὺς ἀποστέλλει. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς ἐξέστη ἐπὶ τούτῳ, καὶ περιφὺς αὐτοῦ τῷ τραχήλῳ θερμῶς ἔκλαιεν. ἐπισχὼν δὲ τοῦ πένθους, πρὸς τὴν σύγκλητον ἀποβλέψας συγχάρητέ μοι, ἔφη, πάντες καὶ κοινὴν ἑορτὴν ποιησώμεθα τὴν ἀνεύρεσιν Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. εἶτα καὶ εὐωχηθεὶς μετ’ αὐτῶν καὶ χρήματα πολλὰ χαρισάμενος ἔτι δὲ καὶ παῖδας καὶ παιδίσκας εἰς ὑπηρεσίαν αὐτοῖς δεδωκὼς, θεραπείᾳ πλείστῃ καὶ τιμῇ περιέβαλεν. οἳ καὶ χρόνον οὔτι βραχὺν ἐν Ῥώμῃ διῆγον, εὐσεβῶς μὲν βιοῦντες καὶ πένησι τὰ ἑαυτῶν χορηγοῦντες καὶ πᾶσαν ἄλλην ἀρετὴν μετερχόμενοι, ἕως ἐν γήρει καλῷ τὰ ἐνταῦθα λιπόντες τὴν Χριστοῦ βασιλείαν ἠλλάξαντο, ἀρχέτυπον βίου καὶ παράδειγμα πρὸς ἀρετὴν ἀκριβέστατον τὸν ἑαυτῶν βίον τῇ Ῥωμαίων παρασχόμενοι πολιτείᾳ.

Ἐγὼ μέντοι Κλήμης μετὰ τῶν ἀδελφῶν ἔτι παρὰ τῷ διδασκάλῳ Πέτρῳ μεμενηκὼς, ἐχομένῳ τε τοῦ κηρύγματος καὶ πολλοὺς ἐκ ποικίλων νόσων καὶ παθῶν ἰωμένῳ. ἐπεὶ τὰς πόλεις ἐκεῖνος ἀμείβων ἔφθασε καὶ εἰς Ῥώμην, καὶ τοῖς συνιοῦσι τὸν τῆς εὐσεβείας λόγον διήγγειλε, καὶ πολλοὺς τῷ μέρει Χριστοῦ προσήγαγε διὰ τοῦ βαπτίσματος, ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ τῶν εὐγενῶν γυναικῶν τὰς περιφανεστέρας, καὶ ἃς ὁ λόγος ματρώνας οἶδε καλεῖν, ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν πάσας προσδραμεῖν πεῖσαι τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι θεῷ.

Ἔμελλε δὲ καὶ αὐτὸς ἤδη τὸν βίον ἀπολιπεῖν, καὶ πρὸς τὸν διδάσκαλον ἐκδημῆσαι Χριστὸν τὸν τοῦ εὐαγγελίου δρόμον τετελεκώς. ἐπεί περ ἔγνωστο τούτῳ καὶ ὅτι σταυρῷ μέλλει καὶ οὗτος κατακριθῆναι, ἵνα τῷ διδασκάλῳ καὶ πάθους κοινωνήσῃ καὶ δόξης, μιᾷ συνηθροισμένων τῶν ἀδελφῶν πάντων, τῆς χειρός μου λαβόμενος, στὰς ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκοῦσατέ μου, ἔφη, τέκνα καὶ ἀδελφοί· τοῦ μὲν ἐμοῦ δρόμου τὸ τέλος ἐγγὺς· τοῦτο γὰρ καὶ ἤδη μοί ἔγνωσται· Κλήμεντα δὲ τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ σήμερον, ᾧ καὶ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, ὡς ἀπαρχῆς μοι καὶ μέχρι νῦν συνοδεύσαντα, καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντα, ὃς ἐν πᾶσί μοι τῶν πειρασμῶν κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν ἐγὼ ἀκριβέστατα πάντων οἶδα θεοσεβῆ καὶ φιλάνθρωπον, ἁγνόν τε καὶ σώφρονα, ἀγαθὸν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τῆς ἐξουσίας τοῦ δεσμεῖν τε καὶ λύειν. δήσει γὰρ, ὃ δεῖ δεθῆναι, καὶ λύσει πάντως, ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας κανόνα καλῶς εἰδώς. αὐτοῦ οὖν ἀκούσατε εἰδότες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει θεόν, οὑ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμόν.

Ταῦτα αὐτοῦ λέγοντος ἐγὼ Κλήμης πεσὼν ἐπὶ γῆς, πολὺς ἦν τοῦ διδασκάλου δεόμενος, καὶ τὸν θρόνον ὡς μάλιστα παραιτούμενος.

ἀλλ’ ὁ θεῖος ἀπόστολος, περὶ τούτου με μὴ ἀξίου εἰπών· ἃ γὰρ ὁ θεὸς βούλεται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; ἔτι πρὸς τὸ πλῆθος ἰδὼν καὶ ὑμεῖς, ἔφη, ἀγαπητοὶ ἀδελφοὶ, τὴν ὀφειλομένην ὡς πατρὶ τιμὴν καὶ εὐπείθειαν διὰ παντὸς ἀποδιδόναι τῷ ὑμῶν πατρὶ μὴ ἐλλίποιτε. οὕτω γὰρ καὶ ὑμεῖς ποιμαίνεσθαι καλῶς ἕξετε, καὶ ποιμὴν οὗτος ἔσται, καὶ οὐ μισθωτὸς, τοῦ ποιμνίου ἐπιμελούμενος. ἔσεσθε γὰρ εἰδότες, ὡς ὁ τὸν ποιμένα τε καὶ διδάσκαλον ἐν τοῖς κατὰ θεὸν λυπῶν τὸ τοῦ θεοῦ πνεῦμα λυπεῖ, οὗ τὴν καθέδραν οὗτος καὶ τὸν τόπον ἐπέχει, καὶ ὁ τοὺς αὐτοῦ λόγους ἀθετῶν Χριστὸν ἀθετεῖ καὶ παραβάτης νόμου εὑρίσκεται. πρὸ πάντων δὲ τὰ τῆς πίστεως ὑμῖν ὑγιῶς ἐχέτωσαν καὶ βεβαίως, κινδύνῳ μηδενὶ σαλευόμενα· ἔπειτα καὶ ὁ βίος ὑμῶν καθαρὸς ἔστω, ἢ καθαιρέσθω, καὶ προηγουμένως ὁ τοῦ σώματος ἁγιασμὸς σπουδαζέσθω· οὐδεὶς γὰρ τούτου χωρὶς τὸν κύριον ὄψεται. τὸ εἰρηνικόν τε καὶ ἥμερον ἀλλήλοις παντὶ τρόπῳ περιποιείσθω. εἰ δὲ καὶ συμβαίη ποτὲ ἀλλήλων μεταξὺ σκάνδαλον, μὴ ἐπιδυέτω ὑμῖν ὁ ἥλιος οὕτως ἔχουσι. τοῦ κρίνειν τὸν πλησίον εὐλαβεῖσθε· Φαρισαϊκὸν γὰρ τοῦτο καὶ κρίσεως ἔνοχον. τῆς φιλοξενίας καὶ εὐποιίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ ἐντολή τοῦ πρώτου διδασκάλου καὶ σωτῆρος θεοῦ. τοῖς πταίουσι συγχωρεῖτε τὰ ἁμαρτήματα· οὕτω γὰρ καὶ αὐτοὶ ἀπαύστως ἐρεῖτε τὸ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ζυγὰ, μέτρα καὶ στάθμια μηδὲ ἓν ἄδικον ἔστω. οὕτω γὰρ εὐνομουμένη πόλις ἡ τοῦ θεοῦ ἔσται καθολικὴ ἐκκλησία. οἱ πράγματά τινα μετ’ ἀλλήλων ἔχοντες ἐπὶ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων κρινέσθωσαν, καὶ τὸ καλὸν νοοῦντες συμβιβαζέσθωσαν· καὶ μὴ ἕλκετε εἰς δικαστήρια τοὺς ἀδελφούς. ἀπίστῳ γὰρ τοῦτο, τοῖς ἔξω κρίνεσθαι, ἐπεὶ καὶ ἀγγέλους κρινοῦμεν γέγραπται. ἐπὶ πᾶσι καὶ πρὸ πάντων οὕτως ἐστὲ τὸν ποιμένα ὁρῶντες, ὡς ἐμὲ Πέτρον, τὸν ὑπὸ θεοῦ προχειρισθέντα ὑμῖν εἰς διδάσκαλον.

Ταῦτα εἰπὼν καὶ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ με καθέδραν καθεσθῆναι πεποίηκε· καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὁπηνίκα τοῦ ἐνταῦθα μεταστῶ βίου, ὡς ἡ τοῦ θεοῦ κέκρικε πρόνοια, πάντα τῷ κυρίῳ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου μου ἐν ἐπιτομῇ ἀναγραψάμενον διαπέμψαι, μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι νῦν μοι συνώδευσας, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ παραλίπῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα σαφῶς, ὅτι ὃ πάντως ἔδει με παθεῖν, εὐσεβῶς ἀποδέδωκα. μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς ἀγνοῶν λόγους, ἐκκλησίας τε κανόνα εἰδὼς μάλιστα, τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, τοῦ διδασκάλου Πέτρου ταῦτά μοι ἐπισκήψαντος οὐκ ὤκνησα τὸ κελευσθὲν ἐκπληρῶσαι, καὶ ὡς ἐπιτομῇ σοι πάντα γνώριμα καταστῆσαι ἐπιγράψας τὴν ὑπόθεσιν οὕτως· Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν καὶ κηρυγμάτων ἐπιτομή.

ΑΥΤΗ μὲν οὖν ἡ πλήρης τῆς ἄνωθεν χάριτος τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν διήγησις, ἐπίτομόν τε ὁμοῦ διδασκαλίαν αὐτοῦ ἔχουσα καὶ τὸν τοῦ μεγάλου καὶ θαυμασίου Κλήμεντος βίον, καθάπερ ἐν πίνακι τῷ λόγῳ διατυποῦσα, ὡς αὐτὸς οὗτος Ἰακώβῳ τῷ ἀδελφοθέῳ γράφων ἐγνώρισε. τὸν μέντοι διάπυρον αὐτοῦ πρὸς θεὸν ἔρωτα καὶ τὸν πολὺν ἐκεῖνον ὑπὲρ τῆς εὐσεβείας ζῆλον ἱκανὰ μὲν τὰ ῥηθέντα δηλῶσαι· δηλώσει δὲ μάλιστα τὰ πάντων σαφέστατα καὶ αὐτὸ τὸ διὰ μαρτυρίου τέλος.

Τρίτος γὰρ μετὰ Πέτρον τὸν μέγαν ἐπὶ τὸν ὑψηλὸν τῆς Ῥωμαίων ἐκκλησίας θρόνον καθίσας καὶ ἀρετῆς ἆθλον αὐτὸν δεξάμενος εἵπετο κατ’ ἴχνος τῷ διδασκάλῳ, καὶ ἀποστολικὴν διδασκαλίαν καὶ αὐτὸς ἐπεδείκνυτο, καὶ τοῖς ὁμοίοις διέλαμπε τρόποις, οὐ Χριστιανοῖς μόνον εὐαρεστῶν, ἀλλὰ δὴ καὶ Ἰουδαίοις καὶ αὐτοῖς Ἕλλησι, καὶ πᾶσι πάντα γινόμενος, ἵνα τοῖς πάντας καὶ οὕτω κερδάνῃ καὶ τῷ Χριστῷ παραστήσῃ καὶ συνδήσῃ τῇ εὐσεβείᾳ. ὅπως δὲ μὴ ψιλὴ μόνον ὑπόληψις εἶναι δοκῇ τὰ παρόντα, καὶ τὰς αἰτίας ἐροῦμεν. Ἕλλησι μὲν γὰρ διὰ τοῦτο τιμώμενος ἦν, καὶ ἡδέως αὐτῷ προσεῖχον ἐκεῖνοι, ὅτι μὴ λοιδορούμενος αὐτοῖς, μηδὲ ἀποστρεφόμενος, ἀλλ’ ὥσπερ ἀπολογούμενος, καὶ μαρτυρίας πάντοθεν παράγων ἀπὸ τῶν παρ’ αὐτοῖς βιβλίων τε καὶ γραφῶν ἐδείκνυ σαφῶς, ὅθεν τε οἱ ὑπ’ αὐτῶν νομιζόμενοι θεοὶ ὥρμηνται, καὶ ὅπου γεγένηνται, ἅ τε πράξειαν, καὶ εἰς οἷον ἔλθοιεν τέλος, καὶ ὅπως τὸν βίον ἀθλίως κατέστρεψαν. εἶτα καὶ ὡς οὐκ ἀποκέκλεισται αὐτοῖς παρὰ τοῦ θεοῦ ἡ τῆς μετανοίας ὀδὸς, οὐδὲ παντάπασι τῆς σωτηρίας ἐξέπεσον· ἀλλ’ εἰ καὶ μόνον ἐπιστρέψαντας ἴδοι, καὶ τῆς προτέρας ἀπωλείας καὶ τῆς ἀπάτης ἀποσχομένους καὶ συγγνώσεται αὐτοῖς φιλανθρώπως καὶ προσηνῶς ὑποδέξεται καὶ βασιλείαν οὐρανῶν ἑτοιμάσει καὶ ἀγαθῶν ἀξιώσει τῶν ἀποῤῥήτων.

Ἰουδαίοις δὲ πάλιν ἐντεῦθεν ἐδόκει χαρίζεσθαι, ὅτι τε φίλους τοῦ θεοῦ τοὺς ἐκείνων πατέρας ὑπέφαινε, καὶ ὅτι τὸν παρ’ αὐτοῖς νόμον ἱερόν τε παρίστη καὶ θεῖον, καὶ οὔτε αὐτὸν παυθήσεσθαι, οὔτε τὴν πολιτείαν μετατεθήσεσθαι, ἀλλὰ κλῆρον αὐτοῖς ἔσεσθαι τὴν Παλαιστίνην διηνεκῆ,

εἴ γε τὸν τοιοῦτον καὶ αὐτοὶ νόμον τηρήσουσιν· ὥστε γενέσθαι αὐτὸν πατέρα τοσούτων ἐκγόνων, ὡς παρισοῦσθαι τὸ πλῆθος αὐτῶν τῷ πλήθει τῶν ἄστρων· καὶ ἐν τῷ σπέρματι αὐτοῦ κληροδοτεῖσθαι πάντα τὰ ἔθνη· καὶ ὃ πρὸς τὸν Δαβὶδ εἶπεν αὖθις· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ διὰ Ἡσαΐου πάλιν, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. εἰ τοίνυν μὴ ἀθετοῦσιν, ἀλλὰ πίστει παραδέχονται ταῦτα, τῆς προτέρας αὐτοὺς τοῦ θεοῦ προνοίας μὴ ἐκπεσεῖν, ἀλλ’ ἀναφαίρετον μένειν παρ’ αὐτοῖς τὴν Παλαιστίνην διεβεβαίου. Ἕλληνας μὲν οὕτως καὶ Ἰουδαίους δεξιῶς ἄγαν καὶ οἰκείως ὑπήρχετο, χαριζόμενός τε αὐτοῖς ὁμοῦ καὶ ἠρέμα πρὸς τὴν εὐσέβειαν ἐπαγόμενος.

Χριστιανοὶ δὲ πολλὰ καὶ ἄλλα τῆς τοῦ ἀνδρὸς περὶ αὐτοὺς κηδεμονίας δείγματα εἶχον· μάλιστα δὲ τὴν εὐποιίαν, οἷος ἐκεῖνος, πένησι θησαυρίζων ἀεὶ ταῖς ἀσφαλέσιν ἀποθήκαις, καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέραις. τούς τε γὰρ ἐν ἑκάστῳ μέρει τῆς πόλεως ἐνδεεῖς ἀπογραψάμενος τῶν ἀναγκαίων αὐτοῖς καθ’ ἑκάστην ἡμέραν ἐποιεῖτο τὴν χορηγίαν· καὶ ὅσοι παρ’ αὐτῷ πάλιν τοῦ θείου κατηξιοῦντο βαπτίσματος, δημοσίων αὐτοὺς ἀπέλυε φόρων, καὶ παντελῆ παρεῖχεν ἀτέλειαν. παρῄνει δὲ καὶ τοῖς ἑκάστοτε διὰ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν πρὸς αὐτὸν συνιοῦσι, καὶ μάλιστα ὅσους περιττοὺς ᾔδει τῷ πλούτῳ καὶ πρὸς τὸ διδόναι δυνατῶς ἔχοντας, μὴ τοὺς ἅπαξ τῷ βαπτίσματι τῷ ἁγίῳ καθαρθέντας, περιορᾶν δημοσίᾳ παρὰ τῶν Ἰουδαίων τρεφομένους δι’ ἀπορίαν, καὶ τὴν λαμπρὰν στολὴν τοῦ χαρίσματος διὰ τῆς ἐναγοῦς ἐκείνης κοινωνίας μολύνοντας. ἀφ’ ὧν οὕτω προθύμως αὐτοὺς ἐποίει τοῖς βασανιζομένοις τὰ πρὸς τὴν χρείαν ἀποδιδόναι, ὡς τοῦτό γε μόνον κέρδος νομίζειν, ὅ τι ἂν εἰς αὐτοὺς ἀναλώσειαν.

Οὕτω μὲν οὖν ὁ ἱερὸς Κλήμης ἔχων καὶ οὕτως ἐν ταῖς ἁπάντων ψυχαῖς κείμενος καὶ οὐ Χριστιανοὺς μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἕλληνας καὶ Ἰουδαίους τῆς οἰκείας καὶ ψυχῆς πάλιν ἐκεῖνος καὶ γλώττης ἀνηρτημένος, τῷ Σισιννίῳ ἐκείνῳ· φίλος δὲ οὗτος τῷ βασιλεῖ Νερούᾳ καὶ τῶν ἐπιτηδείων· ἐμισεῖτο καὶ διεβάλλετο, ἐπειδὴ τὴν σύζυγον Θεοδώραν ὁ Σισίννιος ὑπῃσθάνετο ἔρωτι τῆς ἐκείνου διδασκαλίας ἁλισκομένην, καὶ οἴκου μὲν καὶ παίδων καὶ ἀνδρὸς ἀμελοῦσαν, ὅλην δὲ τῷ Κλήμεντι προσκεμένην, καὶ αὐτῷ συνεχῶς φοιτῶσαν, καὶ τοῦτον πάλιν ἐπὶ τῆς οἰκείας ψυχῆς ἀεὶ πνευματικῶς περιφέρουσαν. ἀλλ’ ἡ μὲν Θεοδώρα τῇ σειρῆνι τῆς τοῦ Κλήμεντος γλώττης καταθελχθεῖσα καὶ τῷ Χριστῷ δι’ ἐκείνου πιστεύσασα θερμότερον ἀντεποιεῖτο τῆς εὐσεβείας, καὶ διηνεκῶς ἔψαλλε, καὶ οὐκ ἀπελιμπάνετο τῆς συνάξεως.

Ὁ Σισίννιος δὲ ὑπὸ τῆς ἀδίκου ζηλοτυπίας κεντούμενος ἐπιβουλὴν κατὰ τῆς γυναικὸς ἐμελέτα, καὶ ὑπὸ τοῦ πάθους καθ’ ἑκάστην ὡπλίζετο τὴν ἡμέραν. καὶ δή ποτε τηρήσας αὐτὴν πρὸς τὴν σύναξιν ἀπιοῦσαν λάθρα μετὰ τῶν οἰκετῶν καὶ αὐτὸς εἰς τὸν ναὸν παρεισῆλθεν, ὥστε περιεργάσασθαι καὶ καταμαθεῖν τὰ ἐν αὐτῷ πάντα τελούμενα, καὶ ὧν χάριν ἡ Θεοδώρα συνεχῶς ἐκεῖ ἀφικνεῖται. τοῦ θαυμασίου δὲ Κλήμεντος τὴν συνήθη παραχρῆμα τῶν ἱερῶν ὕμνων εὐχὴν προειπόντος τυφλὸς εὐθὺς ὁ Σισίννιος ἐγένετο καὶ κωφὸς, ὡς μήτε ἀκούειν, μήτε ὁρᾶν δύνασθαι. καὶ πρὸς τοὺς οἰκέτας ἐπιστραφεὶς λάβετέ με, ἔφη, καὶ πρὸς τὴν οἰκίαν χειραγωγήσατε· ἀθρόον γάρ τι κατασκῆψαν εἰς ἐμὲ κακὸν οὔτε ἀκούειν, οὔτε βλέπειν ἀνίησι.

Χεῖρα μὲν οὖν εὐθὺς ὀρέγουσιν αὐτῷ οἱ οἰκέται καὶ ἀπαίρουσι δῆθεν πρὸς τὴν οἰκίαν· ἐξελθεῖν δὲ οὐκ εἶχον, καίτοι γε πάσης τοῦ ναοῦ πύλης ἀνεῳγμένης. ἀλλὰ διὰ πάσης αὐτόν τε περιῆγον τῆς ἐκκλησίας ἀνὰ τὸ τῶν ᾀδόντων πλῆθος. ἀπέκλειε γὰρ τὴν ἔξοδον αὐτοῖς δύναμις θειοτέρα σωφρονέστερον τὸν ἀνόητον ἐκεῖνον ἐργαζομένη. περιιόντες τοίνυν πανταχοῦ τοῦ νεῶ ἐντυγχάνουσι προσευχομένῃ τῇ αὐτοῦ συζύγῳ. κἀκείνη τὸν ἄνδρα σὺν τοῖς οἰκέταις ἰδοῦσα πρῶτα μὲν ἐκκλίνει τὴν θέαν δεδοικυῖα, μὴ καὶ οὗτος αὐτῆς ἴδοι· οὐδὲν γὰρ τέως τῶν πραχθέντων ἡ Θεοδώρα ᾔδει. ἔπειτα δὲ τῶν οἰκετῶν ἕνα μετακαλεσαμένη τὴν αἰτίαν ἠρώτα, δι’ ἣν οὕτω σὺν αὐτοῖς ὁ ἀνὴρ ἀνὰ τὸν ναὸν περιέρχοιτο. κἀκεῖνος αὐτῇ πάντα καταλέγει σὺν ἀκριβείᾳ, ὅπως τε μετὰ τὴν ἐκ τοῦ οἴκου αὐτῆς ὑποχώρησιν λάθρα τὴν ἐκκλησίαν καὶ αὐτοὶ καταλάβοιεν, καὶ ὅπως τὴν εὐχὴν τοῦ πατριάρχου διατελέσαντος τυφλὸς εὐθὺς ὁ κύριος αὐτῶν γένοιτο καὶ κωφὸς, καὶ ὡς προστάξειε μὲν αὐτοῖς χειραγωγῆσαι αὐτὸν ἐπὶ τὴν οἰκίαν, οὐδεμία δὲ αὐτοῖς ἔξοδος καίτοι πολλὰ καμοῦσι καὶ πανταχοῦ τῆς ἐκκλησίας περιελθοῦσιν εὑρίσκεται.

Τούτων ἐκείνη ἀκούσασα συνῆκεν εὐθέως, ὅθεν ἡ τῶν ὤτων αὐτῷ καὶ τῶν ὀφθαλμῶν πλήρωσις ἦν, καὶ βοηθὸς ἀληθῶς αὐτῷ γίνεται. τραπεῖσα γὰρ εἰς εὐχὴν αὐτίκα καὶ δάκρυα μετὰ τῆς εὐχῆς θερμὰ χέουσα ἐδεῖτο τοῦ θεοῦ, ὥστε τὴν ἔξοδον ἐπιτραπῆναι τῷ Σισιννίῳ καὶ οἴκαδε ὑποστρέψαι αὐτόν. καὶ πρὸς τοὺς οἰκέτας ἐπστραφεῖσα· ᾔδει γὰρ ὡς οὐδὲ τὸν ἄνδρα περιόψεται πάντως ὁ ἐκείνης θεός· ἄγετε, φησὶ, τὸν κύριον ὑμῶν πρὸς τὸν οἶκον χειραγωγήσατε, καταλαμβάνω δὲ μετὰ βραχὺ καὶ αὐτή. ταῦτα ἔφη, καὶ ῥᾳδία ἡ ἔξοδος εὐθὺς τοῖς οἰκέταις ἐγένετο. καὶ ὁ Σισίννιος ὀφθαλμοὺς ἔτι καὶ ὦτα πεπηρωμένος ἐχειραγωγεῖτο πρὸς τὴν οἰκίαν. οἱ οἰκέται τοίνυν ἐλθόντες παρὰ τὴν Θεοδώραν καὶ αὖθις ἔτι κωφὸν εἶναι καὶ τυφλὸν τὸν ἑαυτῶν ἀπαγγέλλουσι κύριον. καὶ αὐτὴ συντονωτέρα πάλιν πρὸς τὸν θεὸν τῇ δεήσει καὶ θερμοτέροις ἐδεῖτο τοῖς δάκρυσιν, ὥστε τὸν ἄνδρα τοῦ πάθους ἀπαλλαγῆναι. ἤδη δὲ καὶ τοῦ πατριάρχου τὴν ἱερὰν ἐκτελέσαντος λετουργίαν πίπτει πρὸς τοὺς αὐτοῦ πόδας ἡ Θεοδώρα, καὶ τὴν πήρωσιν τοῦ ἀνδρὸς ἀπαγγέλλει, καὶ δεῖται καὶ ἱκετεύει καὶ δάκρυα τῶν ποδῶν καταχέει, θεραπεῦσαι τῷ ἀνδρὶ τὸ πάθος, καὶ μὴ οὕτω περιιδεῖν κακῶς ἔχοντα.

Τούτων ὁ μακάριος Κλήμης ἀκούσας καὶ παθὼν ἐπὶ τῇ τῆς γυναικὸς συμφορᾷ τὴν ψυχὴν εἰς δάκρυα καὶ αὐτὸς φανερὰ κατάγεται, καὶ προτρέπεται τοὺς παρόντας κοινῇ τοῦ θεοῦ δεηθῆναι, ὥστε λυθῆναι τῷ Σισιννίῳ τὴν πήρωσιν. τούτου δὲ γενομένου θαῤῥούντως ἄπεισι μετὰ τῆς γυναικὸς ἐπὶ τὸν οἶκον ὁ πατριάρχης, καὶ ἀνεῳγμένους μὲν εὑρίσκει τῷ ἀνδρὶ τοὺς ὀφθαλμοὺς, εἰς δὲ τὸ βλέπειν οὐδὲν τῶν πεπηρωμένων ἄμεινον ἔχοντας. κεκώφωτο δὲ καὶ τὰ ὦτα, καὶ βαρυτάτῃ συμφορᾷ περὶ τὸ σῶμα ἐκέχρητο. ὀδυρμὸς οὖν ἐκ τῶν παρόντων ἐγένετο, καὶ κατέσχεν οἰμωγὴ τὸν οἶκον. ἀλλ’ ὁ μὲν Σισίννιος οὐκ ᾐσθάνετο τῶν γεγενημένων, πῶς ὅς τε οὔτε ἀκούειν οὔτε ὁρᾶν εἶχεν.

Ὑπεραλγήσας δὲ ὁ θεῖος Κλήμης τῆς γυνακὸς καὶ τοῦ οἴκου ἱκέτης γίνεται τοῦ θεοῦ, καὶ μετὰ δακρύων ἐδεῖτο, καὶ περιπαθεῖς ἐξέτεινε τὰς δεήσεις κύριε Ἰησοῦ Χριστὲ, λέγων, ὁ τὰς τῶν οὐρανῶν κλεῖς δεδωκὼς

τῷ ἀποστόλῳ σου Πέτρῳ, καὶ ἅπερ ἀνοίξεις ἀνέῳκται εἰπὼν, καὶ ἅπερ ἂν κλείσῃς κέκλεισται, αὐτὸς καὶ τοὺς πεπηρωμένους ὀφθαλμοὺς τοῦ ἀνδρὸς τοῦδε καὶ τὰ ὦτα διάνοιξον, ὅτι σὸν καὶ τοῦτο τὸ ῥῆμα τὸ ἅπερ ἂν αἰτήσητε πιστεύοντες, λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς τὸν αἰῶνα. ταῦτα τοῦ πατριάρχου προσευξαμένου καὶ τῶν παρόντων τὸ ἀμὴν ἐπειπόντων, εὐθέως ἡ τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων πήρωσις διελέλυτο. καὶ ὁ Σισίννιος καθάπερ ἐξ ὕπνου διαναστὰς καὶ τὸν μακάριον Κλήμεντα μετὰ τῆς γυναικὸς ἑστῶτα ἰδὼν κακὰς ὁ ἀνόητος τῷ ἁγίῳ χάριτας ἀπεδίδου. καὶ κατασχεῖν εὐθέως τὸν πατριάρχην τοῖς οἰκέταις παρεκελεύετο τοῦ δίκας ὑποσχεῖν αὐτὸν τῆς πηρώσεως. ᾤετο γάρ τινα γοητείαν εἶναι, ὅτι καὶ πηρωθῆναι πρότερον αὐτὸν, καὶ ἀναβλέψαι καὶ ἀκοῦσαι πάλιν ἐποίησεν.

Οἱ μὲν οὖν οἰκέται σπουδαίως τὰ προστεταγμένα ποιεῖν εἰς αὐτὸν ἐπειρῶντο. ἐλάνθανον δὲ ἄρα τῶν παρακειμένων λίθων καὶ ξύλων ἁπτόμενοι, καὶ σύροντες αὐτὰ καὶ δεσμοῦντες, καὶ τῇδε κἀκεῖσε μανικῶς περιάγοντες. τοῦτο δὲ καὶ τῷ Σισιννίῳ ἐδόκει, καὶ δεσμώτην ὑπὸ τῶν οἰκετῶν γεγενῆσθαι τὸν πατριάρχην καὶ αὐτὸς ᾤετο. ἐκεῖνος δὲ ἀπαθὴς ἀπὸ τῶν ἀδίκων ἐκείνων ἐτηρεῖτο χειρῶν, οὐδὲ μικρὰν ἁφὴν ὑπομένων, οὐδὲ ἐν μέσοις τοῖς δεινοῖς θορυβούμενος. εἶτα καὶ πρὸς τὸν ἀνόητον ἐκεῖνον ἰδὼν πεπώρωσαι τὴν καρδίαν, ἔφη, λίθους οὕτω καὶ ξύλα κινῶν καὶ ὅλην κατ’ αὐτῶν ἀφιεὶς τὴν ὀργὴν, ἃ μικρῷ πρόσθεν ἐτίμας καὶ ὡς θεοὺς ἐθεράπευες. ὁ δὲ ἀλλ’ ἐγώ σε κακῶς ἀπολῶ, φησὶν, ὡς καὶ μεταβαλεῖν πολλοὺς τῶν γοήτων ἐντεῦθεν καὶ σωφρονῆσαι, ἀφ’ ὧν αὐτὸς τὰ ἔσχατα πείσῃ, τὰ μεγάλα ἐκείνους κερδάναντας.

Ταῦτα ὁ μὲν φυσώμενος ὑπὸ τῶν παρόντων ἔλεγε καὶ αὐχῶν, ὅτι καὶ δεσμοῖς ὑποβεβλήκει τὸν πατριάρχην. ὁ δὲ οὐδὲ οὕτως αὐτὸν ἀπεστρέφετο, ἀλλὰ τὴν ἐκείνου σύζυγον εὐλογήσας καὶ εἰς τὰς εὐγνώμονας ἐκείνας καὶ καταπειθεῖς ἀκοὰς ὥσπερ εἰς βαθύγειόν τινα καὶ λιπαρὰν ἄρουραν δαψιλῆ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν ᾤχετο, μὴ ἀνεῖναι προσευχομένην πρότερον ἐντειλάμενος, ἕως καὶ τὸν ἄνδρα εἰς ἐπίγνωσιν τῆς ἀληθείας χειραγωγήσειε. τῇ εὐχῇ τοίνυν θερμότερον προσκειμένῃ τῇ Θεοδώρᾳ ἐπιφαίνεταί τις αὐτῇ πρὸς ἑσπέραν αἰδέσιμος ἀνὴρ καὶ πολιὸς τὴν τρίχα· ἐῴκει δὲ ἄρα ὁ πρῶτος τῶν μαθητῶν εἶναι Πέτρος, ὁ τοῦ διδασκάλου θερμὸς ἐραστής· καί φησι πρὸς αὐτὴν· διά σε, ὦ γύναι, ὑγιὴς ἔσται Σισίννιος, ὅπως ἂν καὶ ἀνὴρ κατὰ τὸν ἀδελφόν μου Παῦλον ἁγιασθῇ διὰ τὴν γυναῖκα. ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπῆλθεν.