Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Καὶ ὁ Πέτρος· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἆρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ οὐ ψεύσομαι, ἔφη, πρὸς σέ· ὡς ἀληθῶς ἄρα οὔσης γενέσεως ἐβεβαίουν. ἔχω γὰρ οὐκ ἀμυήτως τοῦ θεωρήματος. πλὴν ἀλλὰ καὶ συνῆν μοι τὶς ἀστρολόγων ἀνὴρ ἄριστος Αἰγύπτιος Ἀννουβίων ὄνομα, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιλιωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος· οὐκοῦν ἔργῳ πέπεισαι νῦν, ὅτι οὐ συνέστηκε τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ τὸν ἐμὸν ὑπερβαίνοντα νοῦν κατὰ μέρος ἐκθέσθαι σοι, ἵνα παρὰ σοῦ πάλιν τ’ ἀληθῆ μάθω καὶ βέβαια. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ τῆς ἀληθείας αὐτοὺς ἐφικνεῖσθαι. ἀλλὰ μή πως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν. ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν· ὡς ὑπονοεῖν με τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι μόνην διὰ τὸ ηὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἄπεχε, ἔφη, μή πως περὶ ὧν ἀληθεύουσιν ὡς ἐπιτυγχάνοντες καὶ οὐχὶ ὡς ἀκριβοῦντες ἄρα προλέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων· πῶς οὖν ἐστι περὶ τούτου με πιστωθῆναι τὸ εἴτε συνέστηκε τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;
Ἀμφοτέρων οὖν σιωπώντων ἐγὼ Κλήμης ἐπειδὴ τὸ μάθημα, ἔφην, ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ πατήρ μου οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ποιήσασθαι λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἐν Ἀντιοχείᾳ, ἔφη. ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ἐπιδημεῖν, ᾧ καὶ παρεπόμενος Ἀννουβίων ἀχώριστός ἐστιν. ἐπὰν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις ἐπ’ ἐκείνου γενήσεται. καὶ ὅμως πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πληρωθέντες καὶ θεῷ πολλὴν χάριν ὁμολογοῦντες, ἑσπέρας καταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, καὶ προσαγορεύσας ἐκαθέσθη· ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τὸν πατέρα προσβλέψας σπεύδω σε, ἔφη, ὁμόφρονα γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸν συνὼν ἐν εὐφροσύνῃ διάγῃς. ἢ γὰρ οὐ τὰ μέγιστά σέ τε λυπεῖ καὶ
αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως γινόμενον, πόσῳ γε μᾶλλον λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει.Καὶ ὁ πατὴρ ἔφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν τῇ κολάσει διαπιστοῦντα μὴ λυπεῖσθαι, ἐκείνους δὲ περὶ σοῦ πεπεισμένους, ὡς ἄρα οὐ μικρὰν ἔχεις ἀνάγκην, ἐκ περισσοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν ὑπ’ ἐμοῦ λεγομένων σοι ἀκούων καὶ κρίνων, εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῇ τῶν λόγων σου σκέψει δείξῃς τὰ ὑφ’ ἡμῶν λεγόμενα ψευδῆ τινα μῦθον εἶναι, καὶ ὁμογνώμονάς σου λάβοις αὐτοὺς, καὶ οὕτω καλῶς ποιήσεις. τοῦ τε γὰρ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ φόβων αὐτοὺς ψευδῶν ἀπαλλάξεις.
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος· τί οὖν ἐστι τὸ κωλύον συνθέσθαι σε τῇ ἡμετέρᾳ πίστει; οὔτε γὰρ ἀσχολίαις ἀγορασμῶν, οὔτε πράξεων, οὔτε γεωργιῶν, οὐ φροντίδων, οὐδενί τούτων κατέχῃ. δύνασαι δὲ νοεῖν ὡς οὐκ αὐτομάτως ἐγένετό τι τῶν ὄντων, οἷα προνοίας οὐκ οὔσης. καὶ τούτου δεῖγμα σαφέστατον τὰ περί σε καὶ τὰ σὰ τέκνα καὶ τὴν γυναῖκα γεγενημένα. εἰ γὰρ παρά σοι ὄντες καὶ εἰς δεῦρο ἐτύγχανον, οὐκ ἂν τὸν τῆς εὐσεβείας λόγον ἐδέξαντο, οὐκ ἂν ἐπιγνῶναι τὴν ἀλήθειαν ἠδυνήθησαν. διὰ τοῦτο μετὰ τῆς ἀποδημίας καὶ ναυάγιον ᾠκονομήθη, καὶ πικροῦ θανάτου ὑπόνοια, προσέτι δὲ καὶ ἡ περὶ τὰ Ἑλληνικὰ τούτων ἄσκησις, ἵν’ ὡς πρότερον αὐτὰ παιδευθέντες, εἶτα μεταβαλόντες πρὸς τὴν εὐσέβειαν, δυνατοὶ ὦσιν ἑτοίμως αὐτὰ καὶ μετὰ πολλῆς ἀνασκευάζειν τῆς εὐκολίας, καὶ ἅ κακῶς τηνικαῦτα κατὰ τῆς εὐσεβείας προυβάλλοντο, τούτοις καλῶς ὑπὲρ αὐτῆς καὶ ἐν καιρῷ τῷ προσήκοντι χρήσαιντο· εἴσῃ δὲ σαφῶς καὶ αὐτὸς ἀπό γε τοῦ μακροῦ τούτου ἀναγνωρισμοῦ, καὶ ὧν μεταξὺ σαφῶς ἡ πρόνοια περί σε ᾠκονόμησεν, ὡς ἄρα οὐδὲν τῶν γινομένων αὐτομάτως οὕτως καὶ εἰκῆ γίνεται, ἀλλ’ ἐκείνη ἐστὶν ἡ ἐφεστῶσα καὶ τόδε τὸ πᾶν συγκρατοῦσα διηνεκῶς καὶ συνέχουσα, εἰ καὶ τὰ πολλὰ τὴν διάνοιαν ὑπερβαίνει τὴν ἡμετέραν.
Ἐπεὶ τούτων ἤκουσεν ὁ πατὴρ, τὸν λόγον ἀναλαβὼν μὴ νόμιζε, εἴρηκε, κύριέ μου Πέτρε, ὡς πάντη μου διαπέφευγε τὸν νοῦν ἡ περὶ τοῦ ὑπὸ σοῦ κηρυττομένου λόγου δύναμις· ἀλλὰ καὶ τοῦ παιδὸς Κλήμεντος
πολλὰ δι’ ὅλης νυκτὸς ὁμιλοῦντός μοι, ὥστε συνθέσθαι τοῖς ὑπὸ σοῦ λεγομένοις, καὶ πάντα τρόπον εἰς τοῦτο ἐνάγοντος. τί δαὶ, πρὸς αὐτὸν ἔφην ἐγὼ, δύναταί τις ἐντέλλεσθαί τι καινότερον, παρ’ ὃ πρότερον οἱ ἀρχαῖοι παρῄνεσαν; κἀκεῖνος ἠρέμα γελάσας πολλὴ διαφορὰ, πάτερ, εἶπε, μεταξὺ τῶν τῆς θεοσεβείας λόγων καὶ τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας λόγος τὴν ἐκ προφητείας ἔχει βεβαίαν ἀπόδειξιν· ὁ δὲ τῆς φιλοσοφίας ἀπὸ συνθέσεως λόγων καὶ στοχασμῶν δοκεῖ παριστάνειν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι λόγον ἐξέθετο, ὃν οὐ πολλῷ πρότερον αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς, ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα, παρατιθέναι καὶ τὴν ἄλλην· καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸν χιτῶνα· ἀγγαρεύοντι δὲ μίλιον ἓν, συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, καίτοι γε δικαιότατόν ἐστι. καὶ εἴ σοι φίλον ἐστὶν, ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος· τί δαὶ, εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἓν ἢ διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων καὶ τὸ θανεῖν ὡς ὁ ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσι. καὶ διὰ τοῦτο ἐπὶ πλέον ἀδικώτατόν μοι φαίνεται τὸ γινόμενον, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν ἑαυτοὺς ἔβλαψαν μᾶλλον, πολλὴν δὲ τοῖς ἀδικηθεῖσιν ἐπορίσαντο τὴν ὠφέλειαν· οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι καίτοι πλεῖστα παρ’ ἐκείνων ὠφεληθέντες τοῖς ὁμοίοις αὐτοὺς οὐκ ἀμείβονται. καὶ ὁ Πέτρος· ἀλλ’ οὐ παρὰ τὴν τῶν ἐπηρεαζόντων, ἀλλὰ παρὰ τὴν τῶν δεχομένων ταῦτα γίνεται γνώμην.
Καὶ ὁ πατὴρ ἐπαινέσας τὰ εἰρημένα πρὸς τὸν Πέτρον φησίν· ἀλλ’ ὦ κύριέ μου, καὶ τοῦτόν μοι τὸν λόγον σαφήνισον μέμνημαι γὰρ εἰρηκότος μοι Κλήμεντος, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη πρὸς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως ἐστίν. ἃ γὰρ ἄνθρωποι κτώμεθα τοῦ πλείονος ἐφιέμενοι εἴτε ἱμάτια, φημὶ, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, οὐ καλῶς πάντως ποιοῦντες κτώμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν ὡς μικρῷ πρόσθεν ὑμῖν εἴρηκα. εἰ γὰρ ἐν πᾶσι τὰ κτήματα
προξενεῖν οἶδε τοῖς ἔχουσιν ἁμαρτήματα, ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· καὶ δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστὶν, ὡς ἔφην, τὸ μηδὲν ἔχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ κατὰ τὸ δοκοῦν θεῷ πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίρους ὑπομένοντες τιμωρίας αἰωνίων ἀπαλλαγῶσι κολάσεων. καὶ ὁ πατήρ· τί δαὶ, οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; εἶτα παρὰ τοῦτο καὶ αὐτοὺς τῆς τῶν σωζομένων εἶναι μερίδος φήσομεν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ πενία, ὧν μὴ προσῆκεν ὀρεγομένη, ἐπεὶ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ μακαρίζων τοὺς πτωχοὺς μακάριοι οἱ πτωχοὶ, ἔφη, τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἔχω τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, προϊόντα τὸν λόγον ἐκθήσομαι ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, αὐτὸν μόνον δεῖν λέγειν θεὸν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰώνια κολασθήσεται ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων ἀσεβήσας θεόν. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ τούτους εὐχῇ θεραπεύσας, τὴν ἐκκλησίαν διέλυσεν· εἶθ’ οὕτως εἰσελθὼν καὶ τῶν συνήθων ἁλῶν μεταλαβὼν ὕπνωσεν.
Ὄρθρου δὲ πάλιν ὁ Πέτρος ἐξιὼν καὶ ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον στὰς, ἅτε καὶ πολλῶν συνδεδραμηκότων ὄχλων, ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας εἰσεληλυθὼς ἀπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστι μετά γε τοῦ Ἐπικουρείου Ἀθηνοδώρου διαλεγομένῳ σοι ἐπελθεῖν, ὡς ἂν πᾶσι τοῖς ὑπὸ σοῦ περὶ μοναρχίας ὑπαγορευομένοις δημοσίᾳ παρὼν αὐτὸς ἀντιλέγοι.
Ταῦτα τοῦ διακόνου λέγοντος ἰδοὺ καὶ ὁ Σίμων σὺν Ἀθηνοδώρῳ καί τισιν ἄλλοις ἑταίροις εἰσῄει, καὶ πρὸ τοῦ τι τὸν Πέτρον ὅλως εἰπεῖν αὐτὸς προλαβὼν ἔμαθον, φησὶν, ὅτι χθὲς ὑπέσχου τῷ Φαύστῳ κατὰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίαν ὑφέξει τὴν τιμωρίαν. πρὸ πάντων οὖν ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας μεταπεῖσαι ἄνδρα σοφὸν οὕτω, καὶ ταῦτα πρεσβύτην· ἀλλ’ οὐκ ἐπιτεύξῃ τῶν ἐλπίδων καὶ τοῦ θελήματος, ἅτε παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἂν καὶ ἠπάτητο μὴ παρόντος ἐμοῦ
ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. τὰ νῖν δὲ τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα θᾶττόν σου τὴν ὑπόσχεσιν ἀσθενῶς ἔχουσαν διελέγξω. λέγε τοιγαροῦν, ὃ ὑπέσχου. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν ἐθέλοις παραλιπεῖν, αὐτάρκης καὶ οὕτως ἀπόδειξις ὅτι ψευδῆ τὰ ὑπεσχημένα, καθ’ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί περιμένω σε λέγειν μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν γέροντα τουτονί; ταῦτα εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας φησίν· εἰπέ μοι, ἀνδρῶν ἁπάντων ὁ τιμιώτατος, οὐχὶ οὗτος ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς, καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀθάνατον εἰσπραχθήσεται τιμωρίαν;Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, ὦ Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν· οἶμαί σε ὀργῆς πεπλησμένον διαλεχθῆναι βούλεσθαι. τοῦτο δὲ οὔτε σοι προσήκει ποιεῖν, οὔθ’ ἡμῖν οὕτως ἔχοντα ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι· ἀλλ’ ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ ὑφ’ ἑτέρῳ κρίνοντι τοὺς λόγους δοτέον, καὶ οὕτω πάντως ἀναμφίλογον τἀληθὲς εὑρεθήσεται. ἤρεσε τῷ Σίμωνι τὸ λεχθὲν, καὶ ποιήσειν ὑπέσχετο κατὰ ταῦτα. πλὴν ἀλλὰ δέδοικα, τῷ Φαύστῳ ἔφη, μή πως ἤδη προκατειλημένος τοῖς τοῦ Πέτρου λόγοις οὐ φιλαλήθης γένῃ κριτής.
Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ὡς ἂν δόξω φιλαλήθης εἶναι κριτής. εἰ γὰρ τἀληθῆ βούλει μαθεῖν, τῷ σῷ φρονήματι προείλημμαι μᾶλλον. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου τὸν Πέτρον ἕνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται· ὁ δὲ τὸν ἕνα λέγοντα ἐλέγξαι ἐπαγγελλόμενος, πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων, οὐ τὸ αὐτὸ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ἄρα ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, ἄντικρυς ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μὴ ἂν ὅτι πολλοὺς αὐτὸς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγώ φημι. τῷ αὐτῷ οὖν σοι πρὸ τῆς ζητήσεως λόγῳ κἀγὼ προκατείλημμαι· καὶ κατὰ τοῦτο περὶ ἐμοῦ σε τὸ παράπαν οὐ δεδοικέναι χρὴ, ἀλλὰ Πέτρον μᾶλλον· τυγχάνω γὰρ αὐτῷ καὶ ἔτι τὰ ἐναντία φρονῶν. μετὰ δὲ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτὴς, πᾶσαν ἀποδυσάμενος πρόληψιν, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.
Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖράς τε ἐπετίθει, καὶ ὑπὲρ αὐτῶν ηὔχετο, καὶ ὁμοῦ πάντες εὐλογήσαμεν τὸν θεόν. ὑπεισέδραμε δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας ὁ Σίμων ἔξεισιν εὐθέως ὡς τοὺς εἰρημένους ὑποδεξόμενος. ὁ δὲ πατὴρ προσελθὼν τῷ Πέτρῳ εἴ μοι ἐπιτρέπεις, ἔφη, κύριέ μου, πορεύομαι κἀγὼ σὺν αὐτῷ προσαγορεύσων Ἀππίωνά
τε καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γενομένους. τυχὸν γὰρ καὶ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἀληθῶς, ἔφη, κἀγὼ συνορῶ τοῦτο οὑτωσὶ ἔχον.Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνά τε καὶ Ἀννουβίωνα καὶ προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν καὶ φάσκοντας, καθ’ ὅτι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν, εἶτα καὶ τὰ κατὰ τὸν Σίμωνα πυθόμενος εἰς ἐπιζήτησιν αὐτοῦ πέμψειεν, ὅπως καὶ αὐτὸν ὁμοίως κολάσῃ, πρὸς Ἀννουβίωνα καὶ Ἀππίωνα ἔφη· Φαῦστον πρὸς ἡμᾶς ἐλθόντα μετασχεῖν ἁλῶν ποιήσατε σὺν ἡμῖν· ἐγὼ δὲ μῦρόν τι κατασκευάσω, ἵνα δειπνήσας καὶ ἀλειψάμενος τὴν ἐμὴν πᾶσι δόξῃ ἔχειν μορφήν.
Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων φασὶ πρὸς αὐτόν· καὶ τί ἄρα σοι κέρδος ἀπὸ τῆς μηχανῆς ἔσται ταύτης; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν, οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ τινες ἐμὲ καταλιπόντες Πέτρῳ προσπεφοιτήκασιν. Ἀππίων δὲ καὶ Ἀννουβίων κατ’ ἰδίαν πάντα τῷ Φαύστῳ διασαφοῦσι, καὶ τὴν ἐπιβουλὴν φράζουσι. καὶ ὁ Φαῦστος οὐκ ἀληθεῖς εἶναι τοὺς λόγους νομίσας, συνδειπνήσας τῷ Σίμωνι μετά γε τῶν ἑταίρων Ἀππίωνος τε καὶ Ἀννουβίωνος ἐκ χειρὸς τοῦ Σίμωνος λαμβάνει τὸ μῦρον, καὶ τὸ ἴδιον ἀλειψάμενος πρόσωπον τὴν τοῦ Σίμωνος εὐθὺς ὑπέδυ μορφὴν. πλὴν ἐν μέσῃ γε τῇ νυκτὶ διαναστὰς ὁ Σίμων τὴν ἐπὶ τῆς Ἰουδαίας φυγὴν ἐποιεῖτο.
Ἡμεῖς δέ γε οἱ τῷ Πέτρῳ συνόντες δι’ ὅλης ννκτὸς ἀλλήλοις διομιλοῦντες ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες διενυκτερεύσαμεν. ἤδη δέ πως τῆς νυκτὸς ὑπαυγαζομένης ὁ Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς ἔφη· διαπορῶ, τί ἄρα γε τῷ ὑμετέρῳ πατρὶ γέγονε. καὶ λέγοντος ταῦτα ἰδοὺ καὶ ὁ πατὴρ ἧκε, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον ἥδη καταλαβὼν, ἀθυμοῦντά τε ἰδὼν καὶ προσαγορεύσας ἀπελογήσατο, δι’ ἥν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ὁ πατὴρ ἐξεπέπληκτο. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ μορφὴν ἐνορῶν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκεν τὸν ὑμέτερον ἀπωθεῖσθε πατέρα καὶ ἀποστρέφεσθε; ἡμεῖς δὲ πρὸς αὐτὸν καὶ ἡ μήτηρ, ὅτι Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος, οὐ, φησίν. ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ γνώριμός ἐστι μόνη· ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος ὁποῖόν ἐστι καθορᾶται·
ἐπεὶ μὴ Σίμων ἐστὶν οὗτος, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος ὄντως πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ λέγει· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς, λέγων· εἰδέναι σε θέλω, κύριέ μου Πέτρε, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχε, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο σπουδάζων ἦν, ἥ σε μισητὸν αὐτοῖς καταστῆσαι, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, ἐφ’ ᾧ καὶ τοσοῦτον αὐτοὺς ἠρέθισε κατά σου, ὡς γλίχεσθαι τοὺς ἐκεῖ πάντας τῶν σαρκῶν αὐτῶν θηριωδῶς ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες, ἤλθομεν ἀπαγγεῖλαί σοι. ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθείς τις βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωνος μαθὼν, ὅτι φυγὰς εἰς Ἰουδαίαν ᾤχετο, καὶ αὐτὸς κατὰ ζήτησιν αὐτοῦ ἀπῆλθεν, ἵνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.
Ταῦτα ἀκούσας φησὶ πρὸς τὸν πατέρα Φαῦστον ὁ Πέτρος· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας εἰσεληλυθότων, ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους παρώξυνε κατ’ ἐμοῦ, πλάνον τε καὶ μιαιφόνον, πρὸς δὲ καὶ μάγον καὶ γόητα καὶ τὰ τοιαῦτα καλῶν. νῦν οὖν ἐξαυτῆς ποίησον, ὅ ἐγώ σοι ἐντέλλομαι. καὶ καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, προλαβὼν αὐτὸς εἰς τὴν Ἀντιοχέων μετὰ καί τῆς γυναικὸς Ματθιδίας ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν· συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οἵ τινες δυνατοὶ ἔσονται ὑπουργῆσαί μου τῷ βουλήματι· μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ γενόμενος, ἐν ὄσῳ τὴν μορφὴν ἔτι Σίμωνος περιφέρεις, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὀξὺς ὢν εἰς τὸ νοῆσαι Φαῦστος οἶδα, ἔφη, κύριέ μου, τί βούλεται τὰ ῥήματα ταῦτα. διὸ μὴ κάμνε. μελήσει γάρ μοι ἐκεῖσε γενομένῳ διατελέσαι τὸ προσταττόμενον. καὶ δῆτα ὑπὸ νύκτα ὁ πατήρ μεθ’ ὧν ἐκέλευσε Πέτρος τῆς πόλεως ἐξορμήσας ἐπὶ τὴν πλησίον Ἀντιοχείαν ἦλθε. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἴρηκε πρὸς τὸ πλῆθος· ἐγὼ Σίμων, ἐγὼ ταῦτα ὑμῖν κηρύσσω καὶ ὁμολογῶ, ἀδίκως καταψεύσασθαι Πέτρου. οὔκ ἐστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ ἔλεγον. δέομαι ὑμῶν ἐγὼ αὐτὸς ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς· παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν οὗτος ἀπόστολος. διὸ καὶ αὐτὸς ἐγὼ σύμβουλος ὑμῖν τά γε πρὸς σωτηρίαν τὴν ὑμετέραν καθίσταμαι καὶ παραινῶ πείθεσθαι τούτῳ, καὶ πιστεύειν τῷ ὑπ’ αὐτοῦ κηρυσσομένῳ θεῷ· ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται, καὶ ὑμεῖς σὺν αὐτῇ. ὅτου δὲ χάριν εἴρηκα ταῦτα, καὶ τοῦτο ὑμᾶς εἰδέναι βούλομαι. ταύτῃ γὰρ τῇ νυκτὶ άγγελοί με θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν, ὡς ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης· ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ μοι τὰ κακῶς πεπραγμένα μοι συγχωρηθῆναι.