Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ὁ Σισίννιος δὲ αὐτίκα καὶ ὥσπερ ἐκ συνθήματος τὴν Θεοδώραν καλέσας· ἦν δὲ ἄρα τοῦτο πέρας τῆς φανείσης αὐτῇ ὄψεως· τοῦ πόθου τε αὐτὴν καὶ τῶν κοινῶν ἁλῶν, καὶ τῆς ἑστίας καὶ τῆς λοιπῆς ἀπάσης κοινωνίας ἀναμιμνήσκει, καὶ πάντων αὐτῶν μίαν ἀπαιτεῖ χάριν, καὶ λιπαρεῖ τὴν γυναῖκα καὶ ἱκετεύει, ὥστε δεηθῆναι τοῦ θεοῦ ἀφεῖναί τε τὰ ἡμαρτημένα, καὶ τὴν ὁδὸν αὐτῷ ὑποδεῖξαι τῆς σωτηρίας. εἶτα κατήγορος αὐτὸς ἑαυτοῦ γίνεται, καὶ πάντα ποιῆσαι δι’ αὐτὴν καὶ παθεῖν ἀπαγγέλλει.
Ἐγὼ γὰρ ἐζηλοτύπουν, φησὶν, ἐπί σοι, ὅτι τὸν σύζυγον ἐμὲ περιορῶσα παρὰ τὸν ξένον τοῦτον ἐφοίτας, τὸ τοῦ πατριάρχου προσθεὶς ὄνομα· καὶ τοὺς τῆς φύσεως θορύβους καὶ τὰς ἐκ τῆς ζάλης ταραχὰς οὐ φέρων ἠναγκάσθην πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν ἐπιφυλάξαι σε καὶ ἰδεῖν τὰ τελούμενα. εἰσελθὼν τοίνυν καὶ αὐτὸς κατόπιν εἰς τὸν ναὸν, καὶ περιέργοις
ὀφθαλμοῖς τὰ ὑπὸ τοῦ πατριάρχου γινόμενα θεωρῶν, ὅλην τε αὐτῷ τὴν ἀκοὴν διανιστῶν, καὶ ἀκροατὴς εἶναι τῶν λεγομένων ἐθέλων τὰς ὄψεις τε ὁμοῦ καὶ τὰ ὦτα πηροῦμαι. εἰ καὶ πάλιν ἐκεῖνος, ἅτε θεοῦ μιμητὴς ὢν, ἀναβλέψαι τε καὶ ἀκοῦσαι πεποίηκεν, ἐγὼ δὲ ἀγαθοῦ τοσούτου ἀμνημονήσας οὐ μόνον οὐκ ἀπέδωκα χάριτας αὐτῷ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τερατείαν ὁ μάταιος τὸ θαῦμα εἰπὼν τιμωρήσασθαί τε αὐτὸν ἐπεχείρουν, ὅση μοι δύναμις, καὶ κατασχεῖν, οἴμοι, καὶ δεσμοῖς περιβαλεῖν ἐκέλευον τοῖς οἰκέταις· ἐκείνοις δὲ κατέχειν τε αὐτὸν νομίζουσι καὶ εἰς δεσμὰ φέρειν ξύλα ἦν ἐν χερσὶ μόνον καὶ λίθοι· τοῦτο δὲ καὶ αὐτῷ μοι ἐδόκει, καὶ οἷα ὑπ’ αὐτῶν κατεχομένου τοῦ πατριάρχου, ἀπειλὰς ἐγὼ χαλεπωτέρας ἐπῆγον. διὰ τοῦτο δέομαι ὁ σὸς ἀνὴρ, καὶ ταύτην παρὰ γυναικὸς ἐμῆς αἰτῶ χάριν, ὥστε πρῶτα μὲν εὐμενῆ γενέσθαι μοι τὸν θεόν, ἔπειτα δὲ καὶ αὐτὸν διαλλαγῆναι τὸν πατριάρχην.Τούτων ἀκούσασα Θεοδώρα πρὸς τὸν ὅσιον εὐθὺς ἀφικνεῖται, καὶ ὅσα τε ἴδοι, καὶ ὅσα παρὰ τοῦ ἀνδρὸς ἀκούσειε, πάλιν ἀπαγγέλλει πάντα τῷ πατριάρχῃ. ὁ δὲ μὴ μελλήσας μηδὲν, αὐτίκα μάλα πρὸς τὸν Σισίννιον παραγίνεται, καὶ οὐχ ὡς τὸ πρότερον αὐτῷ ἐντυγχάνει, ἀλλὰ μεθ’ ὅσης ἐκεῖνος τῷ πατριάρχῃ προσέβαλε τότε τῆς ἀγριότητος, μετὰ πλείονος αὐτὸν νῦν τῆς τιμῆς ὑποδέχεται. ἀθρόαν τοίνυν οὕτω καὶ πολλὴν τὴν μεταβολὴν ὁ μέγας ἰδὼν, λόγους τε περὶ τῆς εὐσεβείας δεξιῶς ἄγαν αὐτῷ ὑποτείνει, καὶ ὅλον ὑποποιεῖται τὸν ἄνδρα. καὶ πιστεύσας ἀπὸ ψυχῆς ὁ Σισίννιος τῷ θεῷ ἥψατο τῶν μακαρίων ἐκείνων τοῦ πατριάρχου ποδῶν, καὶ τοιαῦτα μετὰ δακρύων ἐφθέγγετο·
Εὐχαριστῶ σοι τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ, τῷ διὰ τοῦτό μοι τοὺς ὀφθαλμοὺς πεπηρωκότι τοῦ σώματος, ὅπως τοὺς τῆς ψυχῆς διανοίξῃς, καὶ διαβλέψαι με παρασκευάσῃς πρὸς τὴν ἀλήθειαν. διὰ τοῦτο δὲ καὶ τῶν ὤτων τὴν ἐνέργειαν ἀποσβέσαντι, ὅπως νηφούσῃ διανοίᾳ, καὶ μηδενὸς τῶν ἔξωθεν ὅλως αἰσθανομένῃ, τὸ τῆς εὐσεβείας ὑποδέξωμαι κήρυγμα, νῦν δὲ αὐτήν τε τὴν ἀλήθειαν ἐμυήθην καὶ ἀκριβῶς τὰ τῶν Ἑλλήνων διέγνων, ἀπάτην ὄντα μόνον καὶ τερατείαν ἀπίθανον. ἐπὶ τούτοις φαιδρότης ἔσχε καὶ ἡδονὴ τὸν οἶκον, καὶ τῷ Χριστῷ πάντες ἐπίστευσαν. τοῦ πάσχα δὲ ἤδη ἐνισταμένου ἐβαπτίσαντο μετὰ τοῦ Σισιννίου πάντες πατέρες ὁμοῦ καὶ μητέρες καὶ παῖδες εἰς εἴκοσι καὶ τρεῖς ἐπὶ τοῖς τετρακοσίοις ὄντες. τοῦτο πολλοὺς ἐπεσπάσατο τῶν ἐπιφανεστέρων, ὅσοι τε μακρᾷ τῇ δόξῃ διέπρεπον, καὶ οἷς ὁ βασιλεὺς Νερούας φίλοις μάλιστα καὶ συμβούλοις ἐχρῆτο· καὶ τῇ εὐσεβείᾳ πάντες συνέθεντο.
Ταῦτα ὁρῶν ὁ πονηρότατος κατ’ ἐκεῖνο καιροῦ τῶν ὀφφικίων κόμης Πούπλιος Τουρκουτιανὸς ἐδυσχέραινε καὶ δεινὰ ἐποίει, καὶ σκοπῶν ὅπως ἂν ἐπίσχῃ περαιτέρω προβαίνονσαν τὴν εὐσέβειαν, αὐτὸν ἔγνω πρῶτον ἐκ ποδῶν ποιῆσαι τὸν Κλήμεντα, οἷα τῶν παρόντων αἰτιώτατον αὐτὸν ὄντα, καὶ τοὺς ἑκάστου μέρους τῆς πόλεως προεστῶτας συγκαλεσάμενος καὶ χρήμασιν αὐτοὺς διαφθείρας, στάσιν τινὰ κινῆσαι κατὰ τοῦ Κλήμεντος αὐτοῖς ὑπετίθει, καὶ διαβαλεῖν αὐτοῦ τὴν ὑπόληψιν προετρέπετο, ταύτῃ καταλῦσαι τὸ πρὸς αὐτὸν τῆς πόλεως φίλτρον βουλόμενος καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον τὸν ἄνδρα παρασκευάσαι.
Συστάντες οὖν ἐπ’ αὐτὸν οἱ πονηρότατοι τῶν πολιτῶν ἐκεῖνοι, ψόγους τε, ὡς αὐτοὶ ᾤοντο, καταχέουσιν αὐτοῦ πονηροὺς, καὶ πολλὰς ἐπάγουσι τὰς αἰτίας, γοητείαν αὐτῷ περιάπτοντες καὶ τῆς ἐκείνων θρησκείας ἀνατροπὴν, ἄλλα τε πολλὰ ἐξυβρίζειν αὐτὸν λέγοντες, καὶ τοὺς πατρῴους διασύρειν θεούς· τὸν μὲν ἁπάντων θεῶν μέγιστον Δία μηδὲ θεὸν ἁπλῶς ὀνομάζοντα, Ἡρακλέα δὲ τὸν Ἀλκμήνης τὸν ἐκείνων φασὶ σωτῆρα, ἐναγῆ τινὰ δαίμονα καὶ μιαρὸν ἀποκαλοῦντα, πόρνην τε τὴν φίλην Ἀφροδίτην εἰ‐ σάγοντα, καὶ τὴν ἑκηβόλον Ἄρτεμιν, καὶ τὸν σοφὸν Ἑρμῆν, τὸν τοῦ λόγου θεόν· τὸν πολεμικόν τε Ἄρεα, καὶ τὸν Κρόνον αὐτὸν ἐπίσης βλασφημοῦντα πάντας καὶ διαβάλλοντα, καὶ τὰ τεμένη τούτων καὶ τοὺς βωμοὺς καταστρέ‐ φοντα. κεφάλαιον τοῦ λόγου ἢ θυσάτω τοῖς θεοῖς, ἔλεγον, ἢ τῆς ζωῆς τὸ τάχος ἀπαλλαγήτω. οἱ μὲν οὖν τοιαῦτα κινοῦντες ἔκδοτον ἠξίουν τὸν πατριάρχην ἐπὶ θανάτῳ λαβεῖν. ἐφ’ οἷς ἠγανάκτουν πάντες, ὅσοι μὴ χρημάτων ὤνιον τὴν συνείδησιν προετίθεσαν, καὶ λόγους πρὸς τὸν δῆμον ἐλευθέρους ἐποιοῦντο τί τῷ πατριάρχῃ κακὸν εἴργασται, λέγοντες· μᾶλλον δὲ ποίων οὐχ ἡ πόλις παρ’ αὐτῷ χαρίτων ἀπέλαυσεν; εἶτα καὶ αὐτὰ ἕκαστα τῶν ὑπ’ αὐτοῦ παραδόξως γεγενημένων ἀπηριθμοῦντο, καὶ μάρτυρας αὐτοὺς ἐποιοῦντο τῶν λεγομένων.
Μαρμεντῖνος δὲ ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων ἐπὶ πολὺ στασιάζουσαν οὕτω τὴν πόλιν ὁρᾶν, ἄλλως τε καὶ τῇ τῆς εὐσεβείας ἐπιδόσει βασκαίνων, ἄγει τὸν μακάριον Κλήμεντα πρὸς ἑαυτὸν καὶ λόγοις τὴν γενναίαν οὕτω ψυχὴν κλέπτειν ἐπεχείρει ἐξ εὐγενοῦς, λέγων, προελήλυθας ῥίζης· τοῦτο πᾶς ὁ τῶν Ῥωμαίων σοι μαρτυρεῖ δῆμος· ἀλλ’ ἀνθρωπίνην καὶ αὐτὸς πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐδὲ σιωπᾶν ἡ πόλις ἀνέχεται. φασὶ γὰρ, σὲ καινοτέραν εἰσάγειν θρησκείαν, καί τινα παρὰ τοὺς πατρῴους θεοὺς κηρύσσειν Χριστόν. ὅθεν ἀποθέσθαι σε χρὴ τὴν περιττὴν ταύτην δεισιδαιμονίαν, καὶ μόνους αἰδεῖσθαι καὶ τιμᾶν τοὺς συνήθεις τῇ πόλει θεούς. καὶ ὁ πατριάρχης εὔχομαι τὴν σὴν στεῤῥότητα, ἔφη, μεταδοῦναί μοι λόγου, καὶ προσχεῖν μου ταῖς ἀποκρίσεσιν, ἀλλὰ μὴ οὕτως ἀλόγῳ στάσει καὶ ματαίοις ἕπεσθαι θορύβοις. οὐδὲ γὰρ δεῖ στάσεως, οὐδὲ θορύβων, ὅπου σκοπῆσαί τε περὶ τῆς ἑαυτοῦ σωτηρίας τινὶ καὶ περὶ θεοῦ διαλεχθῆναι πρόκειται. ὁ ἔπαρχος τοίνυν τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ στάσιμον ἐξ αὐτῶν εὐθὺς τῶν προοιμίων καταμαθὼν, καὶ εἰπεῖν τε αὐτὸς καὶ ἀκοῦσαι παρ’ ἐκείνου πάλιν ὀκνήσας, καὶ ἀναβαλλόμενος τὴν διάλεξιν Τραϊανῷ περὶ αὐτοῦ τῷ αὐτοκράτορι ἀναφέρει. καὶ ὁ βασιλεὺς αὐτῷ οὕτως ἐπιλύει τὰ γεγραμμένα, ὡς ἢ θῦσαι τὸν Κλήμεντα τοῖς πατρῴοις θεοῖς, ἢ πέραν τοῦ Πόντου εἰς ἔρημόν τινα πόλιν τῶν τῇ Χερσῶνι παρακειμένων ἀπὸ τῆς Ῥώμης ἀιδίῳ φυγῇ ἐλαθῆναι.
Τῆς ἀποφάσεως οὖν ταύτης καταλαβούσης ἐσκέπτετο Μαρμεντῖνος, ὅπως ἂν μὴ ὁ Κλήμης ἕληται τὴν ὑπερορίαν, ἀλλ’ αὐτῷ μᾶλλον καὶ τῷ βασιλεῖ πεισθείη καὶ θύσειεν. οὐδὲ γὰρ ἔφερε τηλικαύτην ἀνδρὸς ἀρετὴν ζημιούμενος. τῷ δὲ τοσοῦτον ἐμέλησεν ἐκείνοις πεισθῆναι, ἢ δυσχεράναι πρὸς τὴν ὑπερορίαν, ὅσῳ καὶ αὐτὸν ἐσπούδαζε πρὸς τὴν εὐσέβειαν τὸν ἔπαρχον ἐπισπάσασθαι. τοσαύτη γάρ τις ἄνωθεν τὸν Κλήμεντα περιίπτατο χάρις, καὶ οὕτως ἡ ἐκείνου γλῶττα κηρίου παντὸς καὶ μέλιτος γλυκύτερον ἔσταζεν, ὡς καὶ αὐτὸν ἔρωτι θερμῷ τοῦ ἀνδρὸς ληφθέντα τὸν Μαρμεντῖνον, πολλά τε τῇ ἀποδημίᾳ ἐπιστενάξαι, καὶ δάκρυα τῷ πατριάρχῃ ἐπιβαλεῖν ὁ θεὸς, εἰπόντα, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθὸς ἐπὶ τῇ συμφορᾷ
παρασταίη· καὶ αὐτίκα πλοῖον εὐτρεπίσαι, διαρκῆ τε αὐτῷ τὰ πρὸς τὴν χρείαν ἐνθέσθαι, καὶ δεξιώσασθαι αὐτὸν, καὶ περιβαλεῖν, καὶ οὕτω μετὰ τῶν προσηκόντων ἀσπασμῶν ἀπολῦσαι. πολλοὶ δὲ αὐτῷ καὶ τῶν εὐλαβῶν ἠκολούθησαν, καὶ εἰς τὴν ὑπερορίαν γενόμενοι καταλαμβάνουσιν ἐν τῇ τῶν μαρμάρων λατομίᾳ Χριστιανοὺς, περί που τοὺς χιλίους ἢ καὶ πλείονας, πολὺν διὰ τὴν εὐσέβειαν ἐκεῖ χρόνον κατεχομένους. οἳ καὶ περὶ τοῦ πατριάρχου πρότερον ἀκούσαντες, καὶ ὅτι τῆς πόλεως ἀπελαθεὶς ὑπερόριος πρὸς ἐκείνους καὶ αὐτὸς ἄγεται, παραμυθίαν ἔσχον οὐ τὴν τυχοῦσαν τὴν ἐκείνου ἐπιδημίαν.Ὅτε γοῦν πρὸς αὐτοὺς κατελάμβανε, τοῦ τῶν χειρῶν ἔργου ἀφέμενοι καὶ τούτῳ προσελθόντες μετὰ δακρύων καὶ τῶν ἁγίων ἐκείνου ποδῶν ἁψάμενοι καὶ τὰς καθαρὰς περιπτυξάμενοι χεῖρας τὰς καταλαβούσας αὐτοὺς ἀνεκλαίοντο συμφορὰς, τὴν τῆς πατρίδος ἔκπτωσιν, τὴν ἄφιλον ἐπὶ ξένης διαγωγὴν, τῶν ἀναγκαίων τὴν ἀπορίαν, καὶ ὃ πάντων βαρύτατον ἦν, τὴν αὐτοῦ τοῦ ὕδατος ἔνδειαν. εἰ γάρ τις ὅλην τὴν ἡμέραν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τῷ καμάτῳ προστετηκὼς, ἔλεγον, ὕδατος βραχεῖάν τινα σταγόνα λαβεῖν ἐθελήσειεν, ὥστε τὴν ἐκ τοῦ κόπου ἀναψύξαι ταλαιπωρίαν, οὐκ ἔλαττον ὁ τοιοῦτος ἢ σταδίους πέντε καὶ τεσσαράκοντα προελθὼν ἂν ὕδωρ κομίσαιτο. πρὸς ταῦτα συναλγήσας τε αὐτοῖς ὁ πατριάρχης καὶ συνδακρύσας, εἶτα καὶ τῷ θεῶ εὐχαριστήσας, καὶ ἱκανῶς τὰς ἐκείνων ψυχὰς παραμυθησάμενος οὐχ ἁπλῶς οὕτω καὶ ἀλόγως, εἶπεν, ἐνταῦθά με ὁ θεὸς συνεχώρησεν ἐκβληθῆναι, ἀλλ’ ὥστε καὶ κοινωνὸν ὑμῖν γενέσθαι τῶν παθημάτων, καὶ ὑπομονῆς μάλιστα καὶ καρτερίας ὑπόθεσιν.
Ἔπειτα μέντοι καὶ εἰς εὐχὴν τρέπεται καὶ δεῖται σὺν αὐτοῖς τοῦ θεοῦ, ὥστε τοῖς αὐτοῦ ὁμολογηταῖς πηγὴν ὕδατος διανοῖξαι, καὶ ὁ πατάξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐῤῥύησαν ὕδατα, αὐτὸς ἄφθονον καὶ αὐτοῖς τοῦ ὕδατος παρέχοις τὴν χορηγίαν. ἤδη γὰρ πάντων τῇ εὐχῇ προσκειμένων ὁ πατριάρχης τῇ δε κἀκεῖσε περιβλεψάμενος ἀμνόν τινα ὁρᾷ τὸν δεξιὸν μετεωρίζοντα πόδα καὶ ὥσπερ ἐκείνῳ ὑποδεικνύντα τὸ ὑποκείμενον ἔδαφος. οὐδενὶ γὰρ ὁ ἀμνὸς τῶν ἄλλων τεθέατο. καὶ συμβαλὼν τὴν ὄψιν ὁ πατριάρχης τῷ ὑποδειχθέντι τόπῳ μετὰ τῶν παρόντων ἐφίσταται καὶ φησίν· ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνταῦθά μοι, τέκνα, ὀρύξατε. καὶ ἐπειδὴ αὐτόν τε τὸν τόπον, εἰς ὃν ὁ ἀμνὸς ἵστατο, καὶ τὸ κύκλῳ πᾶν περιέσκαψαν, λαβὼν σκαφεῖον ὁ πατριάρχης κρούει τὸν τόπον, ἔνθα ὁ ἀμνὸς ὑπεδείκνυ, κούφῳ τινὶ καὶ μετεώρῳ τῷ κρούματι· καὶ παραχρῆμα διειδὲς ὕδωρ ἡ γῆ καὶ ἡδὺ πιεῖν ἀναδίδωσι, καὶ τοῦτο σὺν ὁρμῇ ἐκχυθὲν ποταμὸν ἀθρόον ποιεῖ. πάντων οὖν χαιρόντων ἐπὶ τῷ ὕδατι ὁ πατριάρχης τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἔλεγεν.
Ἐντεῦθεν ἡ πόλις περὶ αὐτὸν πᾶσα συνέῤῥεον, καὶ τῇ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας γλυκύτητι πρὸς τὴν ἀληθῆ πίστιν πάντας ἐπήγετο, ὡς καὶ πολλοὺς ὅσαι ἡμέραι βαπτίζεσθαι, εἰς πεντακοσίους τε τὸν ἀριθμὸν ἀναβῆναι, καὶ τὴν εὐσέβειαν καθ’ ἑκάστην ἐπιδιδόναι. οὔπω τοίνυν ἐνιαυτὸς τὴν ὑπερορίαν ἐμέτρει, καὶ οἰκοδομοῦνται μὲν ὑπὸ τῶν πιστευσάν‐ των ἐκκλησίαι τὸν ἀριθμὸν πέντε καὶ ἑβδομήκοντα, τεμένη τε εἰδώλων καὶ ναοὶ καθαιροῦνται, καὶ τὰ παραπεφυκότα τούτοις ἄλση ἐπὶ πολὺ γῆς δακνούμενα τὸ πῦρ κατανέμεται, καὶ πᾶσα τῶν δαιμόνων καταβάλλεται ἡ μανία.
Τηνικαῦτα οὖν ἐπίφθονός τε καὶ βαρεῖα φήμη τὰς τοῦ βασιλέως ἀκρὰς ὑποτρέχει, ἐπιδοῦναι τὰ Χριστιανῶν εἰς πλῆθος ἀριθμοῦ κρεῖττον,
καὶ καθ’ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν διδάσκουσα. ἐφ’ ᾧ δὴ καὶ Αὐφιδιανὸν αὐτίκα τὸν ἡγεμόνα ἐκεῖνος ἐκπέμπει, ὥστε μὴ μόνον μηδὲ περαιτέρω προελθεῖν αὐτὰ συγχωρῆσαι, ἀλλὰ καὶ τοὺς ἤδη χειρωθέντας ἐπαναγαγεῖν, καὶ ἀποστῆσαι τῆς εὐσεβείας. οὗτος τοίνυν τὴν Χερσῶνα καταλαβὼν καὶ πολλοὺς τῶν Χριστιανῶν πολλαῖς βασάνοις καὶ ποικίλαις ὑποβαλὼν, ἐπεὶ πάντας τῇ προθέσει μάρτυρας γεγενημένους ἑώρα, καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους, τί ποιεῖ; ἀπέχεται μὲν τοῦ πλήθους δεδοικὼς, μὴ καὶ ἀπὸ τοῦ τέλους μάρτυρας πλείους ἐργάσηται· τὸν αἴτιον δὲ μόνον κολάζει, καὶ πάντα θυμὸν κατὰ τῆς μακαρίας ἐκείνης τοῦ Κλήμεντος ἀφίησι κεφαλῆς. ἐπειδὴ δὲ πάντα οὖν αὐτῷ κοῦφα καὶ εἰς οὐδὲν λογιζόμενα, καὶ ἀφ’ ὧν αὐτὸς ἔπασχε μᾶλλον πλείονα τοῖς ἄλλοις παρείχετο τὴν ἀσφάλειαν, σύντομον ἀπαλλαγὴν αὐτῷ τοῦ βίου καὶ ταχεῖαν ἐπινοεῖται, καὶ εἰς μέσην τὸν μάρτυρα τὴν θάλασσαν ἀγαγὼν καὶ ἄγκυραν σιδηρᾶν τοῦ τραχήλου ἐκδήσας καθίησι τῷ βυθῷ, ὅπως μηδὲ λείψανον ἐκείνου, φησὶν, ὑπολειφθείη Χριστιανοῖς.Ἀλλ’ ὁ μὲν ἔῤῥιπτος κατὰ τοῦ πελάγους· τὸ δὲ τῶν Χριστιανῶν πλῆθος ἐπὶ τοῦ αἰγιαλοῦ ἑστὸς ἐθρήνουν ἐλεηνῶς, ὠλοφύροντο καὶ οἰκτροτάταις φωναῖς ἀνεκάλουν τὸν πατριάρχην. Κορνήλιος δὲ καὶ Φοῖ‐ βος οἱ μαθηταὶ οἵας τὸ πάθος ἀπῄτει φωνὰς καὶ αὐτοὶ βοῶντες, καὶ οὐκ ἔχοντες, ὅ,τι τῆς συμφορᾶς ποιήσονται παραμύθιον, εὐξώμεθα πάντες ὁμοθυμαδὸν, εἶπον, ὥστε κἂν ἀναδειχθῆναι ἡμῖν τὸ τοῦ μάρτυρος λείψανον. καὶ προσευχομένων αὐτῶν, ὢ τῶν μεγάλων σου δέσποτα τεραστίων, θαυματουργεῖταί τι κἀνταῦθα θεὸς τοῦ Μωσέως παραδοξότερον. ὑποφεύγει μὲν γὰρ ἡ θάλασσα προσωτέρω σταδίους σχεδὸν οὐκ ἐλάττους τῶν εἴκοσι. προσελθόντες δὲ τὸ πλῆθος διὰ ξηροῦ τοῦ ἐδάφους, τῆς θαυμαστῆς σου καὶ τοῦτο Χριστὲ δυνάμεως, εὑρίσκουσι λίθον ἐν εἴδει ναοῦ παρὰ τῆς σῆς ἀποῤῥήτου σοφίας πεποιημένον, καὶ τὸ μαρτυρικὸν σῶμα λαμπρῶς ἐν αὐτῷ κείμενον, καὶ τὴν βαρείαν ἐκείνην ἄγκυραν ἔγγιστά που τοῦ λίθου καὶ αὐτὴν κειμένην.
Ἀλλ’ ἀπεκαλύφθη Κορνηλίῳ καὶ Φοίβῳ, ὥστε μὴ τὸ λείψανον ἐκεῖθεν μετακινῆσαι, καλῶς ἐν τῷ βυθῷ κείμενον, καὶ ὅτι καθ’ ἑκάστην ἐνιαυτοῦ περιτροπὴν ἐν τῷ καιρῷ τῆς τοῦ μάρτυρος τελειώσεως ὑποχωρήσει παρ’ ὅλας ἑπτὰ ἡμέρας τοῖς προσιοῦσιν ἡ θάλασσα, πεζῆ καὶ βάδην αὐτοῖς μέχρι τοῦ λειψάνου τὴν πάροδον ἐπιτρέπουσα. ὅπερ ἐτησίως ἐξ ἐκείνου καὶ εἰς δεῦρο τελεῖται, τὴν ἐπιδημίαν τῆς αὐτοῦ μνήμης οἱονεί τινα ὅρον ἔχον καὶ προθεσμίαν. ἐντεῦθεν αἵρεσις παρ’ αὐτοῖς πᾶσα καὶ ἑλληνισμὸς καταλέλυται, τῶν ἐν τῇ τοῦ μάρτυρος μνήμῃ τελουμένων ἐκεῖ σημείων καὶ τῶν θαυμάτων εἰς ἐπίγνωσιν πάντας χειραγωγούντων, καὶ καθαρῶς ἐναγόντων πρὸς τὴν ἀλήθειαν. οὐδενὶ γὰρ τῶν ὑπό τινος ἀνηκέστου κακοῦ πιεζομένων τῆς τοῦ ὕδατος ἐκείνου μεταλήψεως καὶ τοῦ ῥαντισμοῦ πλέον ἐδέησε πρὸς τὴν τοῦ κατέχοντος αὐτὸν πάθους ἀπαλλαγήν.
Ἀλλὰ ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχοντα· ἐκεῖνο δὲ καὶ λίαν πολλῷ μεῖζον καὶ ἱκανὸν τὰ προλαβόντα πιστώσασθαι. ἐπειδὴ γὰρ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἰς πέλαγος ὁ μάρτυς ἠφίετο, καὶ εἰς ὑδάτων μυχοὺς ἔῤῥιπτο, ἥ τε θάλασσα ὑπέβαινε ποῤῥωτέρω, καθάπερ ὑπὸ πόδα χωροῦσα, καὶ μηνυτὴς τοῦ λειψάνου παραδόξως γινομένη, καὶ βυθὸν πεζεύειν τῷ βουλομένῳ παρέχουσα, πολὺ μέντοι πλῆθος τηνικαῦτα Χριστιανῶν
πρὸς τὴν τοῦ λειψάνου θέαν ἠπείγοντο. μετὰ δὲ ταῦτα καὶ ἡ μεγίστη ἑορτὴ τὸ θαῦμα ἤγετο, ἐκεῖνο δὲ μᾶλλον ἐποίει τὴν ἑορτὴν, οὐ γεγονὸς ἅπαξ, εἶτα παυσάμενον, ἀλλὰ καθ’ ἑκάστην ἐνιαυτοῦ περίοδον ὁμοίως τελούμενον, καὶ τὰς εὐσεβεῖς ψυχὰς συγκαλοῦν εἰς ἑστίασιν. ἐπεὶ τοίνυν οὕτω ταῦτα καὶ οἱ κατὰ Χερσῶνα πάντες Χριστιανοὶ πρὸς τὴν τοῦ θαύματος πανήγυριν ἐτησίως συνέτρεχον, θαυματουργεῖ τι κἀνταῦθα θεὸς τῶν προγεγονότων παραδοξότερον.Ἀνὴρ γάρ τις θεοσεβὴς ἅμα γυναικὶ καὶ ἄῤῥενι τέκνῳ τοῦ θαύματος ἤδη τελουμένου πρὸς τὸ μαρτυρικὸν ἐκεῖνο καὶ αὐτοὶ σῶμα μετὰ τοῦ συῤῥέοντος πλήθους ἐχώρουν. τὸ πέλαγος οὖν ἐκ ποδὸς διαβάντες καὶ τὸν ἐν μυχῷ τούτου καταλαβόντες ναὸν, τῆς χειρὸς λαβόμενοι τοῦ παιδὸς οἱ πατέρες ἐπεὶ τοὺ ναοῦ ἔνδον ἐγένοντο, καὶ τὴν ἁγίαν ἐκείνην περιστάντες σορὸν, τάτε ἄλλα ἐδέοντο τοῦ ἁγίου, καὶ ὑπὲρ τοῦ παιδὸς ἐλιπάρουν, ὅσα τοὺς πατέρας εἰκός. εὐξάμενοι οὖν καὶ θερμῶς τὸν τάφον περιπτυξάμενοι, αὐτοὶ μὲν ἤδη τῆς πανηγύρεως τελεσθείσης καὶ οἴκαδε πάντων ἐπανιόντων ὀπίσω πάλιν μετὰ τοῦ συνδραμοῦντος πλήθους ἐχώρουν. τὸ παιδίον δὲ τοὺς τεκόντας λαθὸν, οὐκ οἶδ’ ὅπως, μόνον παρὰ τῇ σορῷ καταλέλειπται, πάντως τῆς ἀκαταλήπτου προνοίας τοῦ θεοῦ καὶ τοῦτο οἰκονομησαμένης, ἵνα τιμήσῃ πλέον τὸν καὶ ψυχὴν καὶ σῶμα δι’ αὐτὸν ἡδέως προϊέμενον. καὶ τὸ μὲν ὕδωρ ἐπαναστρέφον εἰς τὰ οἰκεῖα ἐκάλυπτε τὸν βυθὸν, καὶ πέλαγος αὖθις ἐγίνετο.
Οἱ πατέρες δὲ μικρὸν ἀπὸ τοῦ λειψάνου προελθόντες ὡς ἤδη τὸν παῖδα παρ’ αὐτοῖς οὐχ ἑώρων, εἰς ἔρευναν αὐτοῦ τρέπονται· καὶ ὀπίσω στραφέντες, ὥστε τὸ παιδίον εὑρεῖν, πέλαγος ὁρῶσι πάλιν τὴν ἐπὶ τὸ λείψανον ἑξῆς φέρουσαν· καὶ αὐτίκα θορυβοῦνται, ταράττονται, κλονοῦνται, θερμότερον ὁρμῶσι πρὸς τὴν τοῦ παιδὸς ζήτησιν. τὸ δὲ ἄρα ἦν ἐν τῇ σορῷ καταλελειμμένον. ἐπεὶ δὲ πολλὰ καμόντες τὸ παιδίον οὐχ εὗρον, ἀλλ’ ἐν τῷ βυθῷ καταλελεῖφθαι αὐτοῖς ἐνομίσθη, ὥσπερ ἄρα καὶ ἦν, μακρόν τε καὶ γοερὸν ἀνεβόων ἀνακαλούμενοι τὸν υἱὸν καὶ τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. εἶτα καὶ πρὸς τὸν ἅγιον, οἷά περ ἂν ὀδυνωμένη ψυχὴ φθέγξαιτο, ἔλεγον θάνατον ἑαυτοῖς ἀντὶ τῶν παρόντων εὐχόμενοι, ἕως τῶν πλησίον τινὲς περιπεσόντες αὐτοῖς ἐκλελυμένοις ὑπὸ τῶν θρήνων ἥδη, καὶ πολλὰ ἐπὶ τῷ πάθει καὶ αὐτοὶ ἐκχέαντες δάκρυα, παρεμυθήσαντό τε αὐτοὺς καὶ ὑφεῖναι τῆς μακρᾶς λύπης ἐποίησαν. ἀλλὰ πρὸς τὴν οἰκίαν ἐκείνων ἐπανελθόντων μεῖζον καὶ πάλιν τὸ πάθος ἐγίνετο, καὶ ἱμάτιον ὀφθὲν τοῦ παιδὸς, εἴτε τινὰ τῶν ἐκείνῳ συνήθων εἰς μνήμην τοῖς πατράσιν ἐλθόντα χαλεπωτέραν αὐτοῖς ἐποίει τὴν συμφοράν.
Τοῦ ἐνιαυτοῦ δὲ ἤδη περιελθόντος καὶ τῆς λαμπρᾶς ἑορτῆς ἐκείνης ἄγεσθαι πάλιν μελλούσης ἐκέντει τε αὐτοὺς ἐπὶ πλέον τὸ πάθος, καὶ σφοδρότερον πάλιν τοῦ παιδὸς ἀνεμίμνησκε. καὶ δῆτα πρὸς ἀλλήλους ἴωμεν, φασὶ, πρὸς τὸν τάφον· ἴδωμεν, εἴ τι τοῦ παιδὸς ὑπολέλειπται λείψανον, εἴ πως κἂν αὐτὸ κομιούμεθα. ταῦτα καὶ ὅσα τοῦ πάθους πρὸς ἑαυτοὺς κοινολογησάμενοι προέρχονται τῆς οἰκίας πενθικῶς ἐσκευασμένοι καὶ τὰς ὁράσεις ὑπὸ τῶν δακρύων ἐκτετηκότες, καὶ παρὰ τὸν αἰγιαλὸν ἀφικνοῦνται. καὶ ὑποχωρεῖ μὲν εὐθέως ἡ θάλασσα τῆς προθεσμίας καταλαβούσης. ἀκολουθοῦσι δὲ αὐτοὶ πρῶτοι, καὶ κατὰ πόδας ἕτεροι πάλιν, τῇ θαλάσσῃ καθάπερ
ὁδηγῷ χρώμενοι. καὶ τὸν αὐτομάτως οἰκοδομηθέντα ναὸν ἐκεῖνον, μᾶλλον δὲ τὸν ὑπὸ τῆς σῆς, δέσποτα, σοφίας δημιουργηθέντα καταλαβόντες, ὁρῶσι τὸ παιδίον, ὢ τοῦ θαύματος, ζῶν καὶ ἁλλόμενον παρὰ τῷ ναῷ. καὶ πρῶτον μὲν ἀμφιβόλως εἶχον πρὸς τὰ ὁρώμενα λογιζόμενοι, μὴ οὐχ ὁ παῖς ᾖ τὸ φαινόμενον. ἐπεὶ δὲ καὶ τοῖς γνωρίσμασι καὶ τοῖς σχήμασι πάντοθεν εἰς πίστιν αὐτοὺς τὸ παιδίον ἐνῆγε, καὶ τοῦτον ἐκεῖνον εἶναι τὸν υἱὸν ἐπίστευσαν, περιχυθέντες εὐθέως αὐτῷ, καὶ ὀφθαλμοὺς καὶ χείλη προσφύντες, ἔκλαιόν τε μέχρι πολλοῦ, τὰ γλυκέα δὴ ταῦτα ὑφ’ ἡδονῆς προχέοντες δάκρυα, καὶ θερμῶς αὐτὸν ὥσπερ γυμνῇ τῇ ψυχῇ κατεφίλουν.Ἔπειτα μικρὸν ἑαυτοὺς ἀναλαβόντες ἠρώτων ἀκριβῶς ἕκαστα τὸ παιδίον, ὅπως οὕτω παραδόξως διεσώθη, τίνος φυλάττοντος, τίνος τρέφοντος, τίνος θάλποντος, τίνος ζωογονοῦντος. τὸ δὲ τῇ μὲν λαιᾷ χειρὶ τὴν σορὸν κατέχον, θατέρᾳ δὲ τὸν ἐν αὐτῇ κείμενον ὑποδεικνύον οὑτός μοι καὶ τῆς ζωῆς πάροχος, ἔλεγε, καὶ τροφεὺς καὶ φύλαξ, παρ’ ἑαυτῷ γνησίως ἀεί με τηρῶν καὶ καλῶς τιθηνούμενος. θαύματι οὖν οἱ τεκόντες ἀποῤῥήτῳ σὺν ἡδονῇ ληφθέντες τοὺς προτέρους θρήνους καὶ τὰ σκυθρωπὰ τοῦ πάθους ἐκεῖνα ῥήματα εἰς φαιδρότητα καὶ εὐχαριστίαν μετέβαλον θαυμαστὸς, λέγοντες, ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ὅσα ἑξῆς προστιθέντες. ἐπανέρχονται τοίνυν μακάριοι καὶ ζηλωτοὶ πρὸς τὴν οἰκίαν, ὃν ὡς νεκρὸν ἐπένθουν, καὶ τάφον αὐτῷ θαλαττίου γαστέρα θηρὸς ἐπεφήμιζον, μᾶλλον δὲ οὗ μηδὲ λείψανον εὑρεῖν προσεδόκων, τοῦτον μεθ’ ἑαυτοῦ βαδίζοντα ἔχοντες, καὶ συλλαλοῦντα ὁρῶντες, ἄφατόν τι χρῆμα πατράσιν εἰς ἡδονὴν, καὶ ἀπόῤῥητον γλυκύτητα τοῖς ἐκείνων σπλάγχνοις ἐναποστάζον.
Οὕτω τιμᾶν οἶδεν ὁ κοινὸς ἁπάντων δεσπότης Χριστὸς τοὺς δι’ αὐτὸν παθόντας τῶν οἰκετῶν, καὶ τοσοῦτον, κίνδυνον ἀναδεξαμένους, τοιαύτῃ θαυμάτων ὑπερβολῇ, τοιαύταις λαμπρότησιν, ὧν γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.