Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἀλλὰ διὰ τί, φησίν, ὁ ἀνὴρ ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζηλοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλ᾽ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι, ὅτι κἄν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν· καὶ ἀποδημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ, διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον, τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι, καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συμφθαρῆναι· εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ, καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ ὧνπερ ἄν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἄν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται.

Ἀλλὰ τοῦτο μὲν νῦν ἡμῖν παραλελείφθω. ἐκεῖνο δὲ ἅπαντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τούτῳ τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους ἐπὶ τούτῳ ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μυρία. διὰ τοῦτο ἐγὼ τῷ ἁγίῳ τῷ Ἰουδαίων Θεῷ καὶ νόμῳ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ Θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν ὁπουδήποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ, οὐχὶ καὶ οἱ Ἑλλήνων, ἔφη, νόμοι τὰ φαῦλα ἀπαγορεύουσιν,

καὶ τοὺς μοιχοὺς κολάζουσιν; κᾀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ καὶ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι, ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοί, ἀλλ᾽ οἱ δικασταὶ εἰς οὕς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κᾀγὼ ἔφην· οὐκ ἐθ᾽ ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν, ὁ δὲ Θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κᾀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀππίων ἔφη· σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν· διό σοι πρώτῳ εἰπεῖν συνεχωρήσαμεν. αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοιχοὶ ὄντες τυγχάνουσιν, οὔτε φονεῖς, οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες· ἀλλ᾽ οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν. Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον, καὶ Ῥέαν τὴν ἀεὶ ῥέουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ᾽ ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλήθειαν ἐκφανῶ. κᾀγὼ πρὸς ταῦτα ἔφην· αὔριον, ὡς ὑπέσχου , οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτά, ἃ μέλλεις λέγειν, ἄκουσον.

Αἱ τῶν θεῶν πράξεις εἰ μὲν ἀγαθαὶ οὖσαι κακοῖς μύθοις προεκαλύφθησαν , πολλὴ τοῦ σκεπάσαντος δείκνυται κακία, ὅτι τὰ σεμνὰ ἀπέκρυψεν κακοῖς διηγήμασιν, ἵνα μήτις αὐτῶν ζηλωτὴς γένηται. εἰ δὲ ἀληθῶς ἀσεβῆ διεπράξαντο, ἐχρῆν τοὐναντίον ἀγαθοῖς αὐτὰ ἐπισκέπειν, ἵνα μὴ οἱ ἄνθρωποι, ὡς εἰς κρείττονας ἀφορῶντες, ἁμαρτάνειν ἐπιχειρῶσιν ἐκείνοις παραπλήσια. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς

πρὸς τοὺς ὑπ᾽ ἐμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντες πάντως με τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν.