Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ, καθὰ συνεταξάμεθα, εἰς τὸν ἡσύχιον τόπον ἐλθὼν, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσαγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακὼς , ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη, δυσαῤῥώστως αὐτὸν ἀπ᾽ αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος, εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέψασθαι αὐτὸν , σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ’ οὕτως κᾀκεῖνον ἐπισκέψασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώμης γενομένης, λέγειν ἠρξάμην.

Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν, καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα, καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους, καὶ μηθὲν τέλειον εὑρεῖν δύναμενος, ὑπὸ τῆς ἀνοίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ρώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοί, καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται, ὡς ἰατρικῆς οὐκ ἀμύητος, καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι᾽ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ᾽ αὐτῶν ἀναγεγραφέναι· καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὴν εἰς φιλίαν προσιέμενον· ἀλλ᾽ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοϊουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσοικειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ᾽ αὐτοῦ μανθάνειν.

Ταῦτα ἐγὼ προϊδὼν περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τις σου τῆς ψυχῆς ἡ νόσος. ἐμοῦ δὲ προςποιητῶς πάλιν ἀναστενάξαντος, ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν, περὶ οὗ ἤθελον ἐνδείκνυσθαι,

παρεῖχον τὴν ὑπόνοιαν· ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· οὐδέν ἐστιν ἐν τῷ βίῳ, βοηθείας τυχεῖν μὴ δυνάμενον. καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτὴν τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ᾽ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὅ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρός με φιλοτιμέμενος καὶ τὴν ἐπαοιδὴν, δι᾽ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνησεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως, πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ, καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος.

Ὅθεν εἰ καὶ σὺ τοιοῦτόν τι πέπονθας ἀνθρωπίνως, θάρσησον ἡμῖν πρὸς τὸ ἀμέριμνον ἐντὸς γὰρ ἡμερῶν ἑπτὰ πάντως αὐτῆς ἐπιτυχεῖν σε ποιήσω. ταῦτα ἀκούσας ἐγώ, εἰς τὸν ἐμοῦ σκοπὸν ἀποβλέπων ἔφην· σύγγνωθί μοι μὴ πάνυ πιστεύοντι μαγείαν ὑφεστᾶναι· πολλῶν γὰρ πολλὰ ἐπαγγελλομένων καὶ διαψευσαμένων ἤδη πεπείραμαι. πλὴν δυσωπεῖ με καὶ εἰς ἐλπίδας ἄγει ἡ σὴ ὑπόσχεσις. δέδοικα δὲ ἐνθυμούμενος, μὴ ἄρα οἱ δαίμονες τοῖς μάγοις ἐνίοτε πρὸς τὰ κελευόμενα οὐχ ὑπείκουσιν.

Καὶ ὁ Ἀππίων ἔφη· ταῦτα ἐμοί σου μᾶλλον συγχώρει εἰδέναι. πλὴν ἵνα μὴ δοκῇς, πρὸς ὅ ἔφης, μηδὲν ἀκηκοέναι παρ᾽ ἐμοῦ, μάθε πῶς ἀνάγκην ἔχουσιν οἱ δαίμονες τοῖς μάγοις ὑπείκειν περὶ ὧν κελεύονται. ὡς γὰρ ἀδύνατόν ἐστιν στρατιώτην ἀντειπεῖν τῷ ἡγουμένῳ, αὐτοῖς τε τοῖς ἡγουμένοις οὐχ οἷόν τε παρακοῦσαι βασιλέως· εἰ γάρ τις ἀντερεῖ τοῖς ἐφεστηκόσιν, πάντως τιμωρίας ἀξιοῦται· οὕτως ἀδύνατόν ἐστιν τοὺς δαίμονας μὴ ὑπουργεῖν τοῖς αὐτῶν ἡγουμένοις ἀγγέλοις, καθ᾽ ὧν ὁρκιζόμενοι φρίττοντες εἴκουσιν, εὖ εἰδότες ὅτι ἀπειθήσαντες πάντως κολάζονται. ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι κατὰ τοῦ κρείττονος ὑπὸ μάγων ὁρκιζόμενοι ὑπείκουσιν, μήπως ἀπειθείας κριθέντες ἀπόλωνται. εἰ γὰρ μὴ πάντα ἔμψυχα ὄντα καὶ λογισμένα προεώρα τὴν ἐκ τοῦ κρείττονος δίκην, σύγχυσις ἄν ἐγεγόνει, τῶν πάντων στασιαζόντων πρὸς ἄλληλα.