Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι, οὑ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγετε, καταπιών, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας καθεῖρξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν· ἦν δὲ ἡ Μήτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνελθὼν, Ἥρᾳ καὶ Δήμητρι καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα γε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ

τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ·

Ἰδιώταις ἔχοις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον. τοῖς δὲ ἐκ παιδείας ὁρμωμένοις τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις θεῶν ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι, ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται.

Διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ᾽ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι᾽ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῇ οὔσῃ τῇ ψυχῇ τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὑτῶν συμφύουσι νοῦν. ὅθεν ἐπαυξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἔστι τὰ ἐνεῤῥιζωμένα ἀσεβήματα, ὁπότ᾽ ἂν ἀνδρωθεῖσιν αὐτοῖς χαλεπὰ εἶναι νοῆται. ἐν οἷς γὰρ ἕκαστος ἐκ παίδων ἐθίζεται, τούτοις ἐμμένειν ἥδεται, καὶ οὕτως, τῆς συνηθείας οὐ πολὺ ἔλαττον πρὸς τὴν φύσιν δυναμένης, δυσμετάβλητοι γίνονται πρὸς τὰ μὴ ἀπ᾽ ἀρχῆς αὐτοῖς καταβληθέντα τῇ ψυχῇ καλά.

Διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν, καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς Ἑλλήνων ἐπακούειν μυθολογίας. πολὺ γὰρ ἀμαθίας χείρονά ἐστιν τὰ παρ᾽ αὐτοῖς μαθήματα, ὡς ἐκ τῶν κατ᾽ ἀγρὸν οἰκούντων, διὰ τὸ μὴ παιδευθῆναι τὰ παρ᾽ Ἕλλησιν ἔλαττον ἁμαρτανόντων, ἀπεδείξαμεν. φευκτέον δὴ τοὺς τοιούτους μύθους αὐτῶν καὶ τὰ θέατρα καὶ τὰ βιβλία· εἴθε δυνατὸν ἦν, καὶ τὰς πόλεις. κακῶν γὰρ μαθημάτων γέμοντες καὶ πνέοντες τοῖς συναμιλλωμένοις ὥσπερ λύσσαν τοῖς πλησίον μεταδιδοῦσιν ὧν πεπόνθασιν αὐτοί. τὸ δὲ χαλεπώτατον, ὅστις παρ᾽ αὐτοῖς πλεῖον πεπαίδευται, πολλῷ τοῦ κατὰ φύσιν οὗτος φρονεῖν ἐκτέτραπται.

Τινὲς δὲ τῶν παρ᾽ αὐτοῖς καὶ φιλοσόφοι εἶναι ἀξιοῦντες τὰ τοιαῦτα ἁμαρτήματα ἀδιάφορα τίθενται, καὶ τοὺς ἐπὶ ταῖς τοιαύταις πράξεσιν χαλεπαίνοντας ἀνοήτους λέγουσιν. οὐ γάρ ἐστιν,

φασί, τὰ τοιαῦτα τῇ φύσει ἁμαρτήματα, ὅσα θετοῖς ἀπηγόρευται νόμοις ὑπὸ τῶν κατ᾽ ἀρχὰς γενομένων σοφῶν, διὰ τὸ εἰδέναι, ὅτι οἱ ἄνθρωποι εὐριπίστῳ ψυχῇ ἐπὶ τοῖς τοιούτοις μεγάλως ἀχθόμενοι πρὸς ἀλλήλους πόλεμον αἴρονται. ὧν ἕνεκα νόμον θέντες οἱ σοφοὶ τὰ τοιαῦτα ὡς ἁμαρτήματα ἀπηγόρευσαν. γελοῖον δὲ οὕτως ὑπολαμβάνειν. πῶς γὰρ οὐχ ἁμαρτήματά εἰσιν τὰ θορύβων καὶ φόνων καὶ πάσης ταραχῆς αἴτια; ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ καὶ ἄλλα πλείω κακά;