Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 18 p. 1042d. Ἀλλ’ οὐδ’ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς, οὔτ’ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν, ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν. Διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτούς, καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν.

Plutarchus de comm. not. cp. 11 p. 1063d. Ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν, ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι· πολλοὺς δὲ κατέχουσι τῶν φαύλων, ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. Καίτοι ὁ μὲν σοφὸς ὄλβιος, μακάριος, πανευδαίμων, ἀσφαλής, ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν·

Γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπου τεθῇ. (Eur. Herc. 1245)
ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι, κἀκείνοις ἐξαγωγήν. Εἰκότως δέ, φησὶ Χρύσιππος· οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον, ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.

Plutarchus de Stoic. repugn. cp. 18 p. 1042a. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον ἢ ⟨μὴ⟩ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει

Τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.

p. 1042b τῶν δ’ ἀνὰ μέσον λεγομένων παρ’ αὐτοῖς μήτε κακῶν ὄντων μήτ’ ἀγαθῶν.

p. 1042c. Βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν, ἐπιλέγει περὶ τῶν κακῶν·

Ἔστι δ’ οὐ ταῦτα προτεροῦντα, ἀλλ’ ὁ λόγος, μεθ’ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα.

Πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ’ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι, μᾶλλον δὲ λόγος ἡμαρτημένος etc.