Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 130. εὐλόγως τέ φασιν ἐξάξειν ἑαυτὸν τοῦ βίου τὸν σοφόν, καὶ ὑπὲρ πατρίδος καὶ ὑπὲρ φίλων, κἂν ἐν σκληροτέρᾳ γένηται ἀλγηδόνι ἢ πηρώσεσιν ἢ νόσοις ἀνιάτοις.
Stobaeus ecl. II 110, 9 W. Φασὶ δέ ποτε καὶ τὴν ἐξαγωγὴν
τὴν ἐκ τοῦ βίου τοῖς σπουδαίοις καθηκόντως ⟨γίγνεσθαι⟩ κατὰ πολλοὺς τρόπους, τοῖς ⟨δὲ⟩ φαύλοις μονὴν ⟨τὴν⟩ ἐν τῷ ζῆν καὶ εἰ μὴ μέλλοιεν ἔσεσθαι σοφοί· οὔτε γὰρ τὴν ἀρετὴν κατέχειν ἐν τῷ ζῆν οὔτε τὴν κακίαν ἐκβάλλειν· τοῖς δὲ καθήκουσι καὶ τοῖς παρὰ τὸ καθῆκον ⟨παρα⟩μετρεῖσθαι τήν τε ζωὴν καὶ τὸν θάνατον.