Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 14 p. 1039d. Ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι, τοῦ Πλάτωνος ἐπιλαμβανόμενος λέγοντος, ὅτι τῷ μηδὲ μαθόντι μηδ’ ἐπισταμένῳ ζῆν, λυσιτελεῖ μὴ ζῆν, ταῦτ’ εἴρηκε κατὰ λέξιν·

Ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστά ἐστι προτρεπτικός. Πρῶτον γὰρ παραδεικνύων, ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προὔτρεψεν ἢ τὸ φιλοσοφεῖν· οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν· οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ἀπείρως φρόνιμον γενέσθαι. καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν. εἶτα κατὰ λέξιν· Πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δ’ οὐδ’ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι.

Plutarchus de comm. not. cp. 11 p. 1064a. Καὶ γὰρ Ἡρακλείτῳ, φασί, καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων, τὸ δὲ [φρονίμους] ὄνους ἐξ [ἀφρόνων] ἀνθρώπων, τότε δὴ τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον, ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν (καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν). Καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν· Ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον.

Cf. Cicero apud Lactantium Instit. V 11. Praeclare M. Tullius: Etenim si nemo est, inquit, quin emori malit, quam converti in aliquam figuram bestiae, quamvis hominis mentem sit habiturus; quanto est miserius, in hominis figura animo esse efferato? Mihi quidem tanto videtur, quanto praestabilior est animus corpore.