Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo de sacrif. Abel et Cain § 78 Vol. I p. 234, 7 Wendl. ὠφέλιμον μὲν οὖν, εἰ καὶ μὴ πρὸς ἀρετῆς κτῆσιν τελείας, ἀλλά τοι πρὸς πολιτείαν, καὶ τὸ παλαιαῖς καὶ ὠγυγίοις ἐντρέφεσθαι δόξαις, καὶ ἀρχαίαν ἀκοὴν ἔργων καλῶν μεταδιώκειν, ἅπερ ἱστορικοὶ καὶ πᾶν τὸ ποιητικὸν γένος τοῖς τε καθ’ ἑαυτοὺς καὶ τοῖς ἔπειτα μνήμῃ παραδεδώκασι.
Quintilianus instit. orat. I 10, 15. et eius sectae quae aliis severissima, aliis asperrima videtur, principes in hac fuere sententia, ut existimarent sapientium aliquos nonnullam operam his studiis accommodaturos.
Origenes contra Celsum III 25 Vol. I p. 221, 3 Kö. (p. 461 Delarue). εἴπερ μέσον ἐστὶν ἡ τῶν σωμάτων ἰατρικὴ καὶ πρᾶγμα πῖπτον οὐκ εἰς ἀστείους μόνον ἀλλὰ καὶ φαύλους, μέσον δὲ καὶ ἡ περὶ τῶν μελλόντων πρόγνωσις· οὐ γὰρ πάντως ἐμφαίνει τὸ ἀστεῖον ὁ προγιγνώσκων.
Origenes contra Celsum IV 96 Vol. I p. 368, 23 Kö. (p. 574 Del.). Χρὴ δ’ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθ’ αὑτὸ γὰρ μέσον ἐστὶ καὶ πῖπτον εἰς φαύλους καὶ ἀστείους· καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν, οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηροὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ τηρήσεως καὶ οὐ δήπου παρὰ τοῦτο θείους τις ἂν αὐτοὺς εἶναι φήσειε, ἂν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος.