Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Origenes contra Celsum IV 45 p. 538 Delarue. Τὴν τῶν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ἐζήτησαν καὶ Ἕλληνες φύσιν· καὶ οἱ ἐπιτυγχάνοντές γε αὐτῶν τὰ μὲν ἀγαθὰ καὶ κακὰ τίθενται ἐν προαιρέσει μόνῃ, πάντα δὲ ἀδιάφορα τῷ ἰδίῳ λόγῳ φασὶν εἶναι τὰ χωρὶς προαιρέσεως ἐξεταζόμενα· τὴν δὲ προαίρεσιν τούτοις χρωμένην δεόντως μὲν ἐπαινετὴν εἶναι, οὐ δεόντως δὲ ψεκτήν. εἶπον οὖν ἐν τῷ περὶ ἀδιαφόρων τόπῳ, ὅτι τῷ ἰδίῳ λόγῳ θυγατράσι μίγνυσθαι ἀδιάφορόν ἐστιν, εἰ καὶ μὴ χρὴ ἐν ταῖς καθεστώσαις πολιτείαις τὸ τοιοῦτον ποιεῖν. Καὶ ὑποθέσεως χάριν, πρὸς παράστασιν τοῦ ἀδιάφορον εἶναι τὸ τοιοῦτον, παρειλήφασι τὸν σοφὸν μετὰ τῆς θυγατρὸς μόνης καταλελειμμένον, παντὸς τοῦ τῶν ἀνθρώπων γένους διεφθαρμένου· καὶ ζητοῦσιν, εἰ καθηκόντως ὁ πατὴρ συνελεύσεται τῇ θυγατρὶ ὑπὲρ τοῦ μὴ ἀπολέσθαι κατ’ αὐτὴν τὴν ὑπόθεσιν τὸ πᾶν τῶν ἀνθρώπων γένος. Ἆρ’ οὖν παρὰ μὲν Ἕλλησιν ὑγιῶς ταῦτα λέγεται καὶ οὐκ εὐκαταφρόνητος αὐτοῖς αἵρεσις ἡ τῶν Στωϊκῶν συναγορεύει etc.

Diog. Laërt. VII 188. ἐν δὲ τῷ περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δ’ αὐτά φησι καὶ ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ.

Sextus Emp. adv. math. XI 192. ὁ δὲ Χρύσιππος ἐν τῇ πολιτείᾳ κατὰ λέξιν φησὶν οὕτως δοκεῖ μοι καὶ ταῦτα οὕτως ἐξαγαγεῖν καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε * καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας.

Pyrrh. Hyp. III 246. τούτοις δὲ (Zenonis similibus placitis) ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ πολιτείᾳ φησὶ δοκεῖ δέ μοι ταῦτα οὕτω διεξάγειν καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνοποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας. cf. ibid. 205 et I 160.

Eundem librum fortasse Sextus respicit P. H. III 200. καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλοσοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀδιάφορον τοῦτο εἶναι φασίν.

Epiphan. adv. haeres. III 39 (DDG 593, 1). Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιττιεῖ· πρὸς τούτοις δὲ ἔλεγε

καὶ ἀνθρωποβορεῖν· ἔλεγε δὲ τὸ τέλος τῶν πάντων τὸ ἡδυπαθὲς εἶναι.