Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Athenaeus I 18b. ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ’ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν. ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ

ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ. Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ πῦρ νηῆσαι οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι (ο 322). καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει (I 202. 209). καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ (ο 141). νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὡς κατακεῖσθαι δαινύμενοι.

Athenaeus III 104b. εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιΐαν.

idem VII 278e. Χρύσιππος δ’ αὐτὸν (scil. Archestratum), ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὗτος ὁ σοφὸς καὶ τὸν τῶν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων.

Athenaeus Deipnosoph. IV p. 158a. Στωϊκὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς, εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη

εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου
Καὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγε
μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς.
Χρύσιππος δὲ ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί
μὴ ⟨μοί⟩ποτ’ ἐλαίαν ἔσθι’ ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν βαβαὶ βαβαί. βολβοφακῆ δ’ ἴσον ἀμβροσίῃ ψύχους κρυόεντος.

Georgius Nazianzenus carmin. lib. I sect. II 10 (περὶ ἀρετῆς) ν. 604

Κἀκεῖνο δ’ οἷον Στωϊκῶν τῶν φιλτάτων Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν· Τί σοι χρεωστῶ, φησίν, ἄθλιον δέρος;
Φαγεῖν; μέγιστον ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν καὶ ὀξίνην. Οὐ ταῦτά μ’ αἰτεῖς, τὰ τρυφῆς δὲ καὶ κόρου Κρυσταλλίνων τε ἁβρότητ’ ἐκπωμάτων. Λίαν ἑτοίμως δώσομεν γ’, ἀλλ’ ἀγχόνην.