Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander in Aristot. Top. p. 46 Ald. p. 84, 14 Wal. τὰ μὲν γὰρ ὧν σύνεγγυς ἡ ἀπόδειξις ῥᾴδια καὶ εὔγνωστα καὶ διὰ βραχείας ἐπιστάσεως γνωριζόμενα. - - τοιαῦτά ἐστι καὶ τὰ ἐν τοῖς περὶ καθηκόντων ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς ζητούμενα, οἷον πότερον χρὴ συναριστῶντά τισιν ἢ τῷ πατρὶ ἐκτείνειν ἐπὶ τὰ ποῤῥωτέρω μέρη τὴν χεῖρα, ἂν ᾖ μείζω, ἢ μὴ ἀλλ’ ἀρκεῖσθαι τοῖς παρακειμένοις, ἢ εἰ χρὴ ἀκούοντας φιλοσόφου ἐπηλλαχέναι τοὺς πόδας.
Philo de plantatione Noë § 142 Vol. II p. 161, 18 Wendl. Ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως· προτείνεται δὲ οὕτως· εἰ μεθυσθήσεται ὁ σοφός; Ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι· ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. Τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος. Οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον. Τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τῇ ψυχῇ νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον, εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρῳ ἀνεῤῥιπισμένων, εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται. Ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται. - -
§ 149. Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι. τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν, διπλοῦν ὡς εἰκὸς ὄντα· τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον.
Τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν (Sequitur longior de homonymia et synonymia disputatio).
§ 154. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]. ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. Εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς; ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών. Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δέ ἐστι τοιαύτη. (Cetera a Chrysippo aliena.)
Stobaeus Florileg. 18, 24. Χρυσίππου· Μικρὰν φασὶ μανίαν εἶναι τὴν μέθην.
Plutarchus de Stoic. repugn. cp. 21 p. 1044d. Ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζωγραφεῖν μετ’ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυῥῥίναις, καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας, ἵνα κακκαβίζωσιν αὐτοῖς, καὶ ἀηδόνας. Ἡδέως δ’ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος etc. - - εἰ δὲ ταύταις τόπον ἐν πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας;