Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043b. Τὰ δὲ ὅμοια σχεδὸν ἐν τῷ περὶ τῶν Δι’ αὑτὰ Αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι·
Τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.
Plutarchus de Stoic. repugn. cp. 32 p. 1049a. Ἐγκαλοῦσιν αὐτῷ τινὲς τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων, ὅτι χρησίμως γεγόνασι· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν.
Plutarchus de Stoic. repugn. cp. 21 p. 1044b. Ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας καὶ τὸν Εὐριπίδην ἐπαινεῖ, ταῦτα προφεφόμενος (fab. inc. 884N)
Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη, τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας· Εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην.
Cf. Gellius N. A. VI 16, 6. si versus Euripidi recordemur, quibus saepissime Chrysippus philosophus usus, tanquam edendi * * repertas esse non per usum vitae necessarium, sed per luxum animi, parata atque facilia fastidientis per inprobam satietatis lasciviam. Versus Euripidi adscribendos putavi:
Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυεῖν μόνον, Δήμητρος ἀκτῆς, πώματος θ’ ὑδρηχόου, Ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; Ὧν οὐκ ἀπαρκεῖ πλησμονή, τρυφῇ δέ τοι Ἄλλων ἐδεστῶν μηχανὰς θηρώμεθα.
Philo de fortitudine p. 376 Vol. II Mang. Ἐνδεὴς δὲ - - τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μὲν τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον· ἔπειτα δὲ πηγὰς ἀφθόνους - - πρὸς πότου χρῆσιν· ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἑτησίους ὀπώρας ἀεὶ φέρουσι.