Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus eclog. II 7 p. 109, 10. Τρεῖς δὲ προηγουμένους εἶναι βίους, τόν τε βασιλικὸν καὶ τὸν πολιτικὸν καὶ τρίτον τὸν ἐπιστημονικόν· ὁμοίως δὲ καὶ χρηματισμοὺς τρεῖς προηγουμένους, τόν τε ἀπὸ τῆς βασιλείας, καθ’ ὃν ἢ αὐτὸς βασιλεύσει ἤ μοναρχικῶν χρημάτων εὐπορήσει· δεύτερον δὲ τὸν ἀπὸ τῆς πολιτείας, πολιτεύσεσθαι γὰρ κατὰ τὸν προηγούμενον λόγον· καὶ γὰρ γαμήσειν καὶ παιδοποιήσεσθαι, ἀκολουθεῖν ⟨γὰρ⟩ ταῦτα τῇ τοῦ λογικοῦ ζῴου καὶ κοινωνικοῦ καὶ φιλαλλήλου ⟨φύσει⟩. Χρηματιεῖσθαι οὖν καὶ ἀπὸ τῆς πολιτείας καὶ ἀπὸ τῶν φίλων, τῶν ἐν ὑπεροχαῖς ὄντων. Περὶ δὲ τοῦ σοφιστεύσειν καὶ ἀπὸ σοφιστείας εὐπορήσειν χρημάτων διέστησαν οἱ ἀπὸ τῆς αἱρέσεως κατὰ τὸ σημαινόμενον. Τὸ μὲν γὰρ χρηματιεῖσθαι ἀπὸ τῶν κατὰ τὴν παιδείαν καὶ μισθούς ποτε λήψεσθαι παρὰ τῶν φιλομαθούντων διωμολογήσαντο· περὶ δὲ τὸ σημαινόμενον ἐγένετό τις ἐν αὐτοῖς ἀμφισβήτησις, τῶν μὲν αὐτὸ τοῦτο λεγόντων σοφιστεύειν, τὸ ἐπὶ μισθῷ μεταδιδόναι τῶν τῆς φιλοσοφίας δογμάτων, τῶν δ’ ὑποτοπησάντων ἐν τῷ σοφιστεύειν περιέχεσθαί τι φαῦλον, οἱονεὶ λόγους καπηλεύειν, οὐ

φαμένων δεῖν ἀπὸ παιδείας παρὰ τῶν ἐπιτυχόντων χρηματίζεσθαι, καταδεέστερον γὰρ εἶναι τὸν τρόπον τοῦτον τοῦ χρηματισμοῦ τοῦ τῆς φιλοσοφίας ἀξιώματος.

Diog. Laërt. VII 130. βίων δὲ τριῶν ὄντων, θεωρητικοῦ καὶ πρακτικοῦ καὶ λογικοῦ, τὸν τρίτον φασὶν αἱρετέον· γεγονέναι γὰρ ὑπὸ τῆς φύσεως ἐπίτηδες τὸ λογικὸν ζῷον πρὸς θεωρίαν καὶ πρᾶξιν.

Plutarchus de Stoic. repugn. cp. 30 p. 1047f. ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς (sc. τὸν σοφὸν) ἐπὶ τούτῳ λαβόντα τάλαντον.

Cicero de officiis III 10, 42. Scite Chrysippus ut multa: Qui stadium, inquit, currit, eniti et contendere debet, quam maxime possit, ut vincat; supplantare eum, quocum certet, aut manu depellere nullo modo debet. Sic in vita sibi quemque petere quod pertineat ad usum, non iniquum est: alteri deripere ius non est.

Stobaeus ecl. II 111, 3 W. Καὶ βασιλεύσειν τέ ποτε τὸν νοῦν ⟨ἔχοντα⟩ καὶ βασιλεῖ συμβιώσεσθαι καὶ εὐφυΐαν ἐμφαίνοντι καὶ φιλομάθειαν. ἔφαμεν δ’ ὅτι καὶ πολιτεύεσθαι κατὰ τὸν προηγούμενον λόγον οἷόν ἐστι, μὴ πολιτεύεσθαι δὲ ἐάν τι ⟨κωλύῃ⟩ καὶ μάλιστ’ ⟨ἂν⟩ μηδὲν ὠφελεῖν μέλλῃ τὴν πατρίδα, κινδύνους δὲ παρακολουθεῖν ὑπολαμβάνῃ μεγάλους καὶ χαλεποὺς ἐκ τῆς πολιτείας.

Plutarchus de Stoic. repugn. cp. 20 p. 1043bc. ἀλλ’ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι, λέγει, χρηματιζόμενον ἀπ’ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός. Παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον etc. - -

Ὅτι γάρ, φησί, καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτα ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτα ἀπολειπόντων, διὰ τοὺς παραπλησίους λόγους. καὶ μετὰ μικρόν· Οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.

p. 1043e. ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν.

Plutarchus de comm. not. cp. 7 p. 1061 d. Ἆρ’ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου καμόντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός; ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθούς, χρημάτων δ’ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην, καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην; ὥς φησι Χρύσιππος, τῶν δ’ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει;

Strabo VII 8 p. 301 (de Scytharum veterum probitate). Οἱ μέντοι πρὸ ἡμῶν - - ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ ἃ λέγει Ἡρόδοτος - - ὅρα δὲ καὶ ἃ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα.

Plutarchus de Stoic. repugn. cp. 20 p. 1043e. Ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ (reges et principes comitatur), καὶ προδεδήλωκε (antecedunt duo primi libri fragmenta) τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας.

cp. 30 p. 1047f. Καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ Βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ, καὶ σοφιστεύσειν ἐπ’ ἀργυρίῳ, παρ’ ὧν μὲν προλαμβάνοντα, πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν.

Stobaeus Florileg. 45, 29. Χρυσίππου· Χρύσιππος ἐρωτηθεὶς διὰ τί οὐ πολιτεύεται, εἶπε· Διότι εἰ μὲν πονηρά[τις] πολιτεύεται, τοῖς θεοῖς ἀπαρέσει· εἰ δὲ χρηστὰ τοῖς πολίταις.

Seneca ad Serenum de otio 8, 1. Adice nunc, quod e lege Chrysippi vivere otioso licet: non dico, ut otium patiatur, sed ut eligat. Negant nostri sapientem ad quamlibet rempublicam accessurum. idem ad Serenum de tranq. animi 1, 10. promptus, compositus sequor Zenona, Cleanthen, Chrysippum, quorum tamen nemo ad rempublicam accessit, nemo non misit.

Seneca ep. 68, 2. Nec ad omnem rem publicam mittimus nec semper nec sine ullo fine: praeterea, cum sapienti rempublicam ipso dignam

dedimus, id est mundum, non est extra rem publicam, etiamsi recesserit.

Diog. Laërt. VII 121. πολιτεύσεσθαι φασὶ τὸν σοφὸν ἂν μή τι κωλύῃ, ὥς φησι Χρύσιππος ἐν πρώτῳ περὶ Βίων· καὶ γὰρ κακίαν ἐφέξειν καὶ ἐπ’ ἀρετὴν παρορμήσειν.

Plutarchus de Stoic. repugn. c. 5 p. 1034b. Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ, καὶ τῆς δόξης καὶ τῆς ὑγείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν ἀνεξόδους εἶναι καὶ ἀπολιτεύτους, καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν.

Plutarchus de Stoic. repugn. cp. 23 p. 1045d. Ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, δι’ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. Ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις, διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι·

Πότερον, φησίν, ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα ὁποτέρῳ βούλεται ἀποδοῦναι, κ⟨αθ’ ὃ⟩ ἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον τρόπον τινά, ⟨ἢ⟩ μᾶλλον ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἐνάλλως κατὰ τὴν ἐπίκλισιν ὡς ἔτυχε δοῦναι αὐτόν· λέγω δὲ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.