Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 25 p. 1046b. (ἐν πρώτῳ περὶ τῶν Κατορθωμάτων) Τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν· ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπ’ ἀλλοτρίοις κακοῖς χαίρει, ⟨τῶν δὲ φαύλων οὐδεὶς χαίρει⟩ τὸ παράπαν.
p. 1046c. ἣν (sc. τὴν ἐπιχαιρεκακίαν) ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν, ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.
Plutarchus de comm. not. cp. 21 p. 1068d.ἀλλ’ οὐκ ὠφελοῦνται (scil. οἱ φαῦλοι) τούτων τυγχάνοντες, οὐδ’ εὖ πάσχουσιν, οὐδ’ εὐεργέτας ἔχουσιν, οὐδ’ εὐεργετῶν ἀμελοῦσιν. Οὐ τοίνυν οὐδ’ ἀχαριστοῦσιν οἱ φαῦλοι· καὶ μὴν οὐδὲ οἱ νοῦν ἔχοντες. Ἀνύπαρκτον οὖν ἐστι τὸ ἀχάριστον· οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. Ὅρα δή, τί πρὸς ταῦτα λέγουσιν ὅτι ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ οἱ φαῦλοι τυγχάνουσιν. Cf Seneca de beneficiis V 12,3.
Clemens Al. Strom. VI 17 p. 822 Port. διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν [μέν] ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις.
Plutarchus de Stoic. repugn. cp. 12 p. 1038a.Τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδ’ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι. Ταῦτα δ’εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων, αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατ’ αὐτούς. Καὶ μὴν οὐδ’ οἰκεῖον οὐδ’ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις·
Κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδέν, τῷ δὲ φαύλῳ οἰκεῖον οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν ἐστιν αὐτῶν.
Plutarchus de comm. not. cp. 20 p. 1068a. γράφων ἐν τοῖς περὶ
Κατορθωμάτων, ὡς ὁ φαῦλος οὐδενὸς δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον. (ἡ κακία μεθ’ ἧς οὐδὲ ὑγίεια χρήσιμον, οὐδὲ πλῆθος χρημάτων, οὐδὲ προκοπή).ibid. c. Νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος, τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν, δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς οὐ δέονται μέν, ἐνδέονται δὲ οἱ φαῦλοι.
Seneca ep. 9, 14. Volo tibi Chrysippi quoque distinctionem indicare. ait: sapientem nulla re egere et tamen multis illi rebus opus esse. contra stulto nulla re opus est, nula enim re uti scit, sed omnibus eget.
Schol. in Hom. Iliad. Ω 536. ὄλβῳ· δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος.
Philo Leg. Alleg. III § 201 Vol. I p. 157, 25 Wendl. ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος· ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας ἀποσειόμενος· καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κώδιον· τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται· ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε, σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι· οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις, ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν -. Παρὸ δὴ καὶ πλῆθος ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται. Ὁ δ’ ἐπιστήμων, ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερῶς ἀντιβάς, πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον. Καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως·
(Eur. fr. 687N) Πίμπρα κάταιθε σάρκας, ἐμπλήσθητί μου Πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω Γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ 〈ἐς〉 αἰθέρα Πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
Stobaeus ecl. II 103, 24 W. φασὶ δὲ καὶ ἄγροικον εἶναι πάντα φαῦλον· τὴν γὰρ ἀγροικίαν ἀπειρίαν εἶναι τῶν κατὰ πόλιν ἐθῶν καὶ νόμων· ᾗ πάντα φαῦλον ἔνοχον ὑπάρχειν. εἶναι δὲ καὶ ἄγριον, ἐναντιωτικὸν ὄντα τῇ κατὰ νόμον διεξαγωγῇ καὶ θηριώδη καὶ βλαπτικὸν ἄνθρωπον. Τὸν δ’ αὐτὸν τοῦτον καὶ ἀνήμερον ὑπάρχειν καὶ τυραννικόν, οὕτως διακείμενον ὥστε δεσποτικὰ ποιεῖν, ἔτι δὲ ὠμὰ καὶ βίαια καὶ παράνομα καιρῶν ἐπιλαβόμενον. Εἶναι δὲ καὶ ἀχάριστον, οὔτε πρὸς ἀνταπόδοσιν χάριτος οἰκείως ἔχοντα οὔτε
πρὸς μετάδοσιν διὰ τὸ μήτε κοινῶς τι ποιεῖν μήτε φιλικῶς μήτ’ ἀμελετήτως.Philo quaest. et solut. in Genesin IV 165 (p. 371 Aucher). Ad haec cum agrestis sit (scil. ὁ φαῦλος), est etiam urbe carens et transfuga a lege et rectae vitae gustus nescius, rebellis et contumax, nullius rei iustorum aut bonorum particeps, familiaritatis, humanitatis et communitatis inimicus, vitam agens insociam.
Philo Leg. Alleg. III § 1 Vol. I p. 113, 3 Wendl. δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος. ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος.
Philo de Gigantibus § 67 Vol. II p. 55, 5 Wendl. ὅτι - ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγὰς οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος.
Philo quaest. et solut. in Genesin IV 76 (p. 304 Aucher). Secundo vero legem statuit nimis naturalem, quam nonnulli philosophorum sibi conciliarunt. Lex autem est, ut ex insipientibus nullus sit rex, quamvis terrae et maris totam vim subiugarit, sed solus sapiens et dei amans, praeter partes apparatuum armorumque, quibus multi proficiunt per vim violentam. Etenim sicut nauticae vel medicinae vel musicae si quis imperitus sit, pro argumento sunt ei clavus et medicaminum commixtura et tibia et lyra (nullum enim istorum usurpare potest ad usum destinatum, at nauarcho et medico ac musico dicatur omnino convenire) ita profecto, siquidem ars est quaedam regium hoc munus et artifex homo virtute praeditus. Nam qui imperitus est et nescius rerum homines iuvantium, rudis atque rusticus est censendus, rex autem dicendus solus peritus gnarusque.
Stobaeus ecl. II 104, 10 W. Μηδὲ φιλόλογον εἶναι τὸν φαῦλον μηδὲ φιλήκοον, παρὰ τὸ μηδ’ ἀρχὴν παρεσκευάσθαι πρὸς τὴν τῶν ὀρθῶν λόγων παραδοχὴν διὰ τὴν ὑπείκουσαν ἐκ τῆς διαστροφῆς ἀφροσύνην, παρὰ τὸ μήτε προτετράφθαι τινὰ τῶν φαύλων μήτε προτρέπειν πρὸς ἀρετήν· τὸν γὰρ προτετραμμένον ἢ προτρέποντα ἑτέρους ἕτοιμον εἶναι δεῖ πρὸς τὸ φιλοσοφεῖν, τὸν δ’ ἕτοιμον ἀνεμποδίστως ἔχειν, μηδένα 〈δὲ〉 τῶν ἀφρόνων εἶναι τοιοῦτον. Οὐ γὰρ τὸν προθύμως ἀκούοντα καὶ ὑπομνηματιζόμενον τὰ λεγόμενα ὑπὸ τῶν φιλοσόφων ἕτοιμον εἶναι πρὸς τὸ φιλοσοφεῖν, ἀλλὰ τὸν ἑτοίμως ἔχοντα πρὸς τὸ τὰ διὰ τῆς φιλοσοφίας παραγγελλόμενα μεταφέρειν ἐπὶ τὰ ἔργα καὶ κατ’ αὐτὰ βιοῦν. Οὐδένα δὲ τῶν φαύλων τοιοῦτον εἶναι, προκατειλημμένον τοῖς τῆς κακίας δόγμασιν. Εἰ γὰρ προετέτραπτό τις τῶν φαύλων, καὶ ἀπὸ τῆς κακίας ἂν ἐτέτραπτο. Οὐδεὶς δ’
ἔχων τὴν κακίαν πρὸς ἀρετὴν τέτραπται, ὡς οὐδὲ νοσῶν πρὸς ὑγίειαν. μόνον δὲ προτετράφθαι τὸν σοφὸν καὶ μόνον προτρέπειν δύνασθαι, τῶν δ’ ἀφρόνων μηδένα. κατὰ γὰρ παραγγέλματα βιοῦν μηδένα τῶν ἀφρόνων· μηδ’ εἶναι φιλόλογον, λογόφιλον δὲ μᾶλλον, μέχρι λαλιᾶς ἐπιπολαίου προβαίνοντα, μηκέτι δὲ καὶ τοῖς ἔργοις ἐκβεβαιούμενον τὸν τῆς ἀρετῆς λόγον.Stobaeus ecl. II 105, 7. μηδὲ γὰρ φιλόπονόν τινα τῶν φαύλων εἶναι· τὴν γὰρ φιλοπονίαν διάθεσιν ἐξεργαστικὴν εἶναι τῶν ἐπιβαλλόντων ἀνυπόπτως διὰ πόνον· οὐδένα δὲ τῶν φαύλων ἀνυπόπτως ἔχειν πρὸς τὸν πόνον.
Stobaeus eclog. II 7 p. 105, 11 Wachsm. Μηδὲ γὰρ τὴν κατ’ ἀξίαν ποιεῖσθαι δόσιν τῆς ἀρετῆς τῶν φαύλων τινά, σπουδαῖον μὲν γὰρ εἶναι τὴν δόσιν, ἐπιστήμην οὖσαν, καθ’ ἣν ἀξιόλογόν τι ἡγούμεθα περιποιεῖσθαι. Τῶν δὲ σπουδαίων μηδὲν εἰς φαύλους πίπτειν, ὥστε μηδὲ τὴν ἀξίαν τῆς ἀρετῆς δόσιν ποιεῖσθαί τινα τῶν φαύλων. Εἰ γὰρ τὴν κατ’ ἀξίαν τις ἐποιεῖτο δόσιν τῶν ἀφρόνων τῆς ἀρετῆς, ἐφ’ ὅσον ἐτίμα ταύτην, ἀπῳκονομεῖτο ἂν τὴν κακίαν. Πᾶς δέ τις ἄφρων σύνεστιν ἡδέως τῇ ἑαυτοῦ κακίᾳ. Σκοπεῖν γὰρ δεῖ μὴ τὸν ἐξώφορον αὐτῶν λόγον, φαῦλον ὄντα, ἀλλὰ τὸν τῶν πράξεων. Ἐκ τούτων γὰρ ἀπελέγχονται [καὶ] μὴ περὶ τὰ καλὰ καὶ σπουδαῖα παρωρμημένοι, ἀλλὰ περὶ τὰς ἀνδραποδώδεις ἀμέτρους ἀπολαύσεις.
Diog. Laërt. VII 188 ἐν δὲ τῷ δευτέρῳ περὶ Βίων καὶ πορισμοῦ προνοεῖν, λέγων ὅπως ποριστέον τῷ σοφῷ. Καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει, καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία.