Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 131. πολιτείαν δὲ ἀρίστην τὴν μικτὴν ἔκ τε δημοκρατίας καὶ βασιλείας καὶ ἀριστοκρατίας.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043e. Οὕτω δὲ αὐτὸν (sc. sapientem) ἄρας ἐκεῖ (in libro περὶ Φύσεως) καὶ ὀγκώσας ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν· καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι, τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί
φησιν, ἀσφαλέστερον δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. Λέγει δὲ οὕτως·Εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντας οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλ’ ἄλλως ⟨ἄλλους⟩, ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτ’ ἐν ἐνιαυτῷ· ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν συμφωνηθέντα χρόνον. Καὶ πάλιν προελθών· Τόν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ, καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου, δόξαντος δ’ ἂν εἶναι εὐγνωμονεστέρου.
Plutarchus de Stoic. repugn. cp. 2 p. 1033d. Αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις·
Ὅσοι δὲ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον ἀπ’ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δ’ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως. Οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων, οὐκ ὀλίγων δ’ ἀδηλότερον.
Τοῦτο οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον. ibidem.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043a. Μία σύνταξις ἡ περὶ Βίων, τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει, τὸν σοφὸν ἀπράγμονά τε εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν· ἔστι δὲ ἡ λέξις αὕτη·
Οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα, καὶ τὰ αὑτοῦ πράττειν, ὁμοίως τῆς τε αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043b. Τὰ δὲ ὅμοια σχεδὸν ἐν τῷ περὶ τῶν Δι’ αὑτὰ Αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι·
Τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.
Plutarchus de Stoic. repugn. cp. 32 p. 1049a. Ἐγκαλοῦσιν αὐτῷ τινὲς τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων, ὅτι χρησίμως γεγόνασι· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν.
Plutarchus de Stoic. repugn. cp. 21 p. 1044b. Ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας καὶ τὸν Εὐριπίδην ἐπαινεῖ, ταῦτα προφεφόμενος (fab. inc. 884N)
Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη, τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας· Εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην.
Cf. Gellius N. A. VI 16, 6. si versus Euripidi recordemur, quibus saepissime Chrysippus philosophus usus, tanquam edendi * * repertas esse non per usum vitae necessarium, sed per luxum animi, parata atque facilia fastidientis per inprobam satietatis lasciviam. Versus Euripidi adscribendos putavi:
Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυεῖν μόνον, Δήμητρος ἀκτῆς, πώματος θ’ ὑδρηχόου, Ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; Ὧν οὐκ ἀπαρκεῖ πλησμονή, τρυφῇ δέ τοι Ἄλλων ἐδεστῶν μηχανὰς θηρώμεθα.
Philo de fortitudine p. 376 Vol. II Mang. Ἐνδεὴς δὲ - - τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μὲν τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον· ἔπειτα δὲ πηγὰς ἀφθόνους - - πρὸς πότου χρῆσιν· ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἑτησίους ὀπώρας ἀεὶ φέρουσι.
Athenaeus I 18b. ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ’ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν. ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ
ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ. Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ πῦρ νηῆσαι οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι (ο 322). καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει (I 202. 209). καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ (ο 141). νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὡς κατακεῖσθαι δαινύμενοι.Athenaeus III 104b. εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιΐαν.
idem VII 278e. Χρύσιππος δ’ αὐτὸν (scil. Archestratum), ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὗτος ὁ σοφὸς καὶ τὸν τῶν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων.
Athenaeus Deipnosoph. IV p. 158a. Στωϊκὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς, εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννουΚαὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγε
μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς.Χρύσιππος δὲ ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί
μὴ ⟨μοί⟩ποτ’ ἐλαίαν ἔσθι’ ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν βαβαὶ βαβαί. βολβοφακῆ δ’ ἴσον ἀμβροσίῃ ψύχους κρυόεντος.
Georgius Nazianzenus carmin. lib. I sect. II 10 (περὶ ἀρετῆς) ν. 604
Κἀκεῖνο δ’ οἷον Στωϊκῶν τῶν φιλτάτων Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν· Τί σοι χρεωστῶ, φησίν, ἄθλιον δέρος; Φαγεῖν; μέγιστον ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν καὶ ὀξίνην. Οὐ ταῦτά μ’ αἰτεῖς, τὰ τρυφῆς δὲ καὶ κόρου Κρυσταλλίνων τε ἁβρότητ’ ἐκπωμάτων. Λίαν ἑτοίμως δώσομεν γ’, ἀλλ’ ἀγχόνην.
Alexander in Aristot. Top. p. 46 Ald. p. 84, 14 Wal. τὰ μὲν γὰρ ὧν σύνεγγυς ἡ ἀπόδειξις ῥᾴδια καὶ εὔγνωστα καὶ διὰ βραχείας ἐπιστάσεως γνωριζόμενα. - - τοιαῦτά ἐστι καὶ τὰ ἐν τοῖς περὶ καθηκόντων ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς ζητούμενα, οἷον πότερον χρὴ συναριστῶντά τισιν ἢ τῷ πατρὶ ἐκτείνειν ἐπὶ τὰ ποῤῥωτέρω μέρη τὴν χεῖρα, ἂν ᾖ μείζω, ἢ μὴ ἀλλ’ ἀρκεῖσθαι τοῖς παρακειμένοις, ἢ εἰ χρὴ ἀκούοντας φιλοσόφου ἐπηλλαχέναι τοὺς πόδας.
Philo de plantatione Noë § 142 Vol. II p. 161, 18 Wendl. Ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως· προτείνεται δὲ οὕτως· εἰ μεθυσθήσεται ὁ σοφός; Ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι· ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. Τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος. Οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον. Τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τῇ ψυχῇ νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον, εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρῳ ἀνεῤῥιπισμένων, εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται. Ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται. - -
§ 149. Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι. τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν, διπλοῦν ὡς εἰκὸς ὄντα· τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον.
Τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν (Sequitur longior de homonymia et synonymia disputatio).
§ 154. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]. ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. Εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς; ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών. Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δέ ἐστι τοιαύτη. (Cetera a Chrysippo aliena.)