Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 104, 10 W. Μηδὲ φιλόλογον εἶναι τὸν φαῦλον μηδὲ φιλήκοον, παρὰ τὸ μηδ’ ἀρχὴν παρεσκευάσθαι πρὸς τὴν τῶν ὀρθῶν λόγων παραδοχὴν διὰ τὴν ὑπείκουσαν ἐκ τῆς διαστροφῆς ἀφροσύνην, παρὰ τὸ μήτε προτετράφθαι τινὰ τῶν φαύλων μήτε προτρέπειν πρὸς ἀρετήν· τὸν γὰρ προτετραμμένον ἢ προτρέποντα ἑτέρους ἕτοιμον εἶναι δεῖ πρὸς τὸ φιλοσοφεῖν, τὸν δ’ ἕτοιμον ἀνεμποδίστως ἔχειν, μηδένα 〈δὲ〉 τῶν ἀφρόνων εἶναι τοιοῦτον. Οὐ γὰρ τὸν προθύμως ἀκούοντα καὶ ὑπομνηματιζόμενον τὰ λεγόμενα ὑπὸ τῶν φιλοσόφων ἕτοιμον εἶναι πρὸς τὸ φιλοσοφεῖν, ἀλλὰ τὸν ἑτοίμως ἔχοντα πρὸς τὸ τὰ διὰ τῆς φιλοσοφίας παραγγελλόμενα μεταφέρειν ἐπὶ τὰ ἔργα καὶ κατ’ αὐτὰ βιοῦν. Οὐδένα δὲ τῶν φαύλων τοιοῦτον εἶναι, προκατειλημμένον τοῖς τῆς κακίας δόγμασιν. Εἰ γὰρ προετέτραπτό τις τῶν φαύλων, καὶ ἀπὸ τῆς κακίας ἂν ἐτέτραπτο. Οὐδεὶς δ’

ἔχων τὴν κακίαν πρὸς ἀρετὴν τέτραπται, ὡς οὐδὲ νοσῶν πρὸς ὑγίειαν. μόνον δὲ προτετράφθαι τὸν σοφὸν καὶ μόνον προτρέπειν δύνασθαι, τῶν δ’ ἀφρόνων μηδένα. κατὰ γὰρ παραγγέλματα βιοῦν μηδένα τῶν ἀφρόνων· μηδ’ εἶναι φιλόλογον, λογόφιλον δὲ μᾶλλον, μέχρι λαλιᾶς ἐπιπολαίου προβαίνοντα, μηκέτι δὲ καὶ τοῖς ἔργοις ἐκβεβαιούμενον τὸν τῆς ἀρετῆς λόγον.

Stobaeus ecl. II 105, 7. μηδὲ γὰρ φιλόπονόν τινα τῶν φαύλων εἶναι· τὴν γὰρ φιλοπονίαν διάθεσιν ἐξεργαστικὴν εἶναι τῶν ἐπιβαλλόντων ἀνυπόπτως διὰ πόνον· οὐδένα δὲ τῶν φαύλων ἀνυπόπτως ἔχειν πρὸς τὸν πόνον.