Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus eclog. II 7 p. 105, 11 Wachsm. Μηδὲ γὰρ τὴν κατ’ ἀξίαν ποιεῖσθαι δόσιν τῆς ἀρετῆς τῶν φαύλων τινά, σπουδαῖον μὲν γὰρ εἶναι τὴν δόσιν, ἐπιστήμην οὖσαν, καθ’ ἣν ἀξιόλογόν τι ἡγούμεθα περιποιεῖσθαι. Τῶν δὲ σπουδαίων μηδὲν εἰς φαύλους πίπτειν, ὥστε μηδὲ τὴν ἀξίαν τῆς ἀρετῆς δόσιν ποιεῖσθαί τινα τῶν φαύλων. Εἰ γὰρ τὴν κατ’ ἀξίαν τις ἐποιεῖτο δόσιν τῶν ἀφρόνων τῆς ἀρετῆς, ἐφ’ ὅσον ἐτίμα ταύτην, ἀπῳκονομεῖτο ἂν τὴν κακίαν. Πᾶς δέ τις ἄφρων σύνεστιν ἡδέως τῇ ἑαυτοῦ κακίᾳ. Σκοπεῖν γὰρ δεῖ μὴ τὸν ἐξώφορον αὐτῶν λόγον, φαῦλον ὄντα, ἀλλὰ τὸν τῶν πράξεων. Ἐκ τούτων γὰρ ἀπελέγχονται [καὶ] μὴ περὶ τὰ καλὰ καὶ σπουδαῖα παρωρμημένοι, ἀλλὰ περὶ τὰς ἀνδραποδώδεις ἀμέτρους ἀπολαύσεις.
Diog. Laërt. VII 188 ἐν δὲ τῷ δευτέρῳ περὶ Βίων καὶ πορισμοῦ προνοεῖν, λέγων ὅπως ποριστέον τῷ σοφῷ. Καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει, καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία.