Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander Aphrod. de fato cp. 28 p. 199, 7 Bruns. οἱ δὲ φάσκοντες ἐξ ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους (scil. ἀγαθοὺς ἢ κακούς), καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα - πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἁπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι, ὡς συντελέσοντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα;
Seneca de beneficiis IV 27. Timidus dicitur aliquis, quia stultus est: et hoc malos sequitur, quos indiscreta et universa vitia circumstant; dicitur timidus proprie natura etiam ad inanes sonos pavidus. Stultus omnia vitia habet, sed non in omnia natura pronus est: alius in avaritiam, alius in luxuriam, alius in petulantiam inclinatur. Itaque errant illi, qui interrogant Stoicos: quid ergo? Achilles timidus est? - - Non hoc dicimus, sic omnia vitia esse in omnibns, quomodo in quibusdam singula eminent, sed malum ac stultum nullo vitio vacare. ne audacem quidem timoris absolvimus, ne prodigum quidem avaritia liberamus.
Stobaeus ecl. II 68, 8 W. Ὁμοίως δὲ μηδ’ ὁσίους εἶναί φασι τοὺς φαύλους. Τὴν γὰρ ὁσιότητα ὑπογράφεσθαι δικαιοσύνην πρὸς θεούς· τοὺς δὲ φαύλους παρεκβαίνειν πολλὰ τῶν πρὸς θεοὺς δικαίων, παρ’ ὃ καὶ ἀνοσίους εἶναι καὶ ἀκαθάρους καὶ ἀνάγνους καὶ μιαροὺς καὶ ἀνεορτάστους. Τὸ γὰρ ἑορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἑορτῆς οὔσης χρόνου τινὸς ἐν ιὧ χρὴ περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν καὶ καθηκούσης ἐπισημασίας,
ὅθεν καὶ τὸν ἑορτάζοντα συγκαθεικέναι δεῖ μετ’ εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν.Stobaeus eclog. II 7 p. 105 W. Ἀρέσκει δὲ καὶ πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Τὸ γὰρ παρὰ τὴν βούλησίν τι πράττεσθαι τοῦ θεοῦ ἀσεβείας εἶναι τεκμήριον. Τῶν γὰρ θεῶν οἰκειουμένων μὲν τῇ ἀρετῇ καὶ τοῖς ταύτης ἔργοις, ἀλλοτριουμένων δὲ τῇ κακίᾳ καὶ τοῖς ἀπὸ ταύτης συντελουμένοις, τοῦ δ’ ἁμαρτήματος ὄντος ἐνεργήματος κατὰ κακίαν, κατεφαίνετο πᾶν ἁμάρτημα ἀπαρεστὸν θεοῖς ὑπάρχον (τοῦτο δ’ ἐστὶν ἀσέβημα)· [καὶ] καθ’ ἕκαστον γὰρ ἁμάρτημα ὁ φαῦλος ἀπαρεστόν τι ποιεῖ θεοῖς. - Ἔτι δὲ ἐπεὶ πᾶς φαῦλος ὅσα ποιεῖ κατὰ κακίαν ποιεῖ, καθάπερ ὁ σπουδαῖος κατ’ ἀρετήν, καὶ ὁ μίαν ἔχων κακίαν πάσας ἔχει, ἐν δὴ ταύταις ὁρᾶσθαι καὶ τὴν ἀσέβειαν, οὐ τὴν τεταγμένην κατὰ τὴν ἐνέργειαν, ἀλλὰ τὴν τῇ εὐσεβείᾳ ἐναντίαν ἕξιν. Τὸ δὲ κατὰ ἀσέβειαν πεπραγμένον ἀσέβημα εἶναι, πᾶν ⟨ἄρ’⟩ ἁμάρτημα ἀσέβημα εἶναι.
Ἔτι δ’ ἀρέσκει αὐτοῖς καὶ πάντ’ εἶναι τὸν ἄφρονα θεοῖς ἐχθρόν· τὴν γὰρ ἔχθραν ἀσυμφωνίαν εἶναι ⟨περὶ⟩ τῶν κατὰ τὸν βίον καὶ διχόνοιαν, ὥσπερ καὶ τὴν φιλίαν συμφωνίαν καὶ ὁμόνοιαν. Διαφωνοῦσι δ’ οἱ φαῦλοι πρὸς τοὺς θεοὺς περὶ τῶν κατὰ τὸν βίον, διόπερ πᾶς ἄφρων θεοῖς ἐχθρός ἐστιν. Ἔτι εἰ πάντες τοὺς ἐναντίους αὐτοῖς ἐχθροὺς εἶναι νομίζουσι, τῷ δὲ σπουδαίῳ ὁ φαῦλός ἐστιν ἐναντίος καὶ σπουδαῖός ἐστιν ὁ θεός, ὁ φαῦλος θεοῖς ἐστιν ἐχθρός.
Plutarchus de Stoic. repugn. cp. 31 p. 1048e. Καὶ μὴν οὔθ’ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων, τί οὖν περὶ. τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ’ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης.
Stobaeus ecl. II 68, 18 W. Ἔτι δὲ λέγουσι πάντα φαῦλον μαίνεσθαι, ἄγνοιαν ἔχοντα αὑτοῦ καὶ τῶν καθ’ αὑτόν, ὅπερ ἐστὶ μανία. Τὴν δ’ ἄγνοιαν εἶναι ἐναντίαν κακίαν τῇ φρονήσει· ταύτην δὲ πρός τί πως ἔχουσαν ἀκαταστάτους καὶ πτοιώδεις παρεχομένην τὰς ὁρμὰς μανίαν εἶναι· διὸ καὶ ὑπογράφουσι τὴν μανίαν οὕτως· ἄγνοιαν πτοιώδη.
Diog. Laërt. VIII 124. πάντας τε τοὺς ἄφρονας μαίνεσθαι· οὐ γὰρ εἶναι φρονίμους, ἀλλὰ κατὰ τὴν ἴσην τῇ ἀφροσύνῃ μανίαν πάντα πράττειν.
Cicero Tusc. disp. IV 54. Quid? Stoici, qui omnes insipientes insanos esse dicunt, nonne ista colligunt? Remove perturbationes maxumeque iracundiam, iam videbuntur monstra dicere. Nunc autem ita disserunt, sic se dicere omnes stultos insanire, ut male olere omne caenum. At non semper. Commove, senties. Sic iracundus non semper iratus est; lacesse, iam videbis furentem.
Porphyrion ad Hor. Serm. II 3, 32. Quia Stoici omnes homines insanos et stultos esse dicunt, excepto sapiente (cf. ad v. 187:
Dogma autem Stoicorum quoddam πραγματικὸν vocatur, quo continetur, omnes homines insanos esse).Athenaeus Deipnosoph. XI p. 464d. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ εἰσαγωγῇ τῆς περὶ ἀγαθῶν καὶ κακῶν πραγματείας τοῖς πλείστοις προσάπτεσθαι. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δὲ ὀρτυγομανίαν. τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι, καὶ ὁ φίλοινος οἰνομανής, καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐν αὐτοῖς, ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.
Plutarchus de Stoic. repugn. cp. 31 (cf. de comm. not. cp. 33 p. 1076b). Καὶ μὴν οὔθ’ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. Τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν, ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ’ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης [εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς οὕτως ἀθλίως πράττοντας addit Plutarchus]. paullo infra: si dei nobis nocere vellent, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει, μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον· ὥστ’ εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους· (Eur. Herc. 1245)
Γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπου τεθῇ·Τίνας οὐ ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν, τοὺς δὲ ὡς ἔνι χείριστα πράττειν λέγοντος;
Plutarchus de comm. not. cp. 10 p. 1062f. ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες etc.
Diogenianus apud Eusebium praep. evang. VI p. 264b. πῶς οὖν οὐδένα φὴς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπίσης τοῖς προειρημένοις μεμηνέναι;
ibidem c. πρῶτον μὲν γὰρ οὐδὲ σὺ φὴς σοφὸν εἶναι σεαυτόν etc.
Porphyrio ad Hor. ep. I 1, 82. Utraque haec a Stoicis dicuntur in insaniam vulgi: primum quod inter se dissideant, deinde quod a semet ipsis mutent subinde proposita.
Philo de posteritate Caini § 75 Vol. II p. 16, 22 Wendl. πᾶν
ὅ, τι ἂν ἑαυτῷ λαμβάνῃ φαῦλος, πάντως ἐστὶν ἐπίληπτον, ἅτε γνώμῃ δυσκαθάρτῳ μιαινόμενον. καὶ γὰρ ἔμπαλιν αἱ τῶν σπουδαίων ἑκούσιοι πράξεις ἐπαινεταὶ πᾶσαι.Philo Leg. Alleg. III § 247 Vol. I p. 168, 5 Wendl. Ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ, μηδὲν ἔχων χαρᾶς αἰτίον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης ἀρεταί.