Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Cicero de finibus III 68. Cum autem ad tuendos conservandosque homines hominem natum esse videamus, consentaneum est huic naturae, ut sapiens velit gerere et administrare rem publicam atque, ut e natura vivat, uxorem adiungere et velle ex ea liberos.

Diog. Laërt. VII 122. οὐ μόνον δὲ ἐλευθέρους εἶναι τοὺς σοφούς, ἀλλὰ καὶ βασιλέας, τῆς βασιλείας οὔσης ἀρχῆς ἀνυπευθύνου, ἥτις περὶ μόνους ἂν τοὺς σοφοὺς ⟨συ⟩σταίη, καθά φησι Χρύσιππος ἐν τῷ Περὶ τοῦ κυρίως κεχρῆσθαι Ζήνωνα τοῖς ὀνόμασιν. ἐγνωκέναι γάρ φησι δεῖν τὸν ἄρχοντα περὶ ἀγαθῶν καὶ κακῶν· μηδένα δὲ τῶν φαύλων ἐπίστασθαι ταῦτα.

Cf. Stobaeus eclog. II 7 p. 108, 26. Καὶ μόνον εἶναι τὸν σοφὸν

βασιλέα τε καὶ βασιλικόν, τῶν δὲ φαύλων μηδένα· τὴν γὰρ βασιλείαν ἀρχὴν ἀνυπεύθυνον εἶναι καὶ τὴν ἀνωτάτω καὶ τὴν ἐπὶ πάσαις.

Olympiodorus in Plat. Alcib. pr. p. 55 ed. Creuzer. Τρίτον ὅτι κατὰ τὴν τῶν Στωϊκῶν μεγαλοῤῥημοσύνην ὁ ἀρχικός, τουτέστιν ὁ εἰδὼς ἄρχειν, μόνος ἄρχων ἐστίν, εἰ καὶ μὴ ἔχοι τὰ ὄργανα τῆς ἀρχικῆς ἐπιστήμης· καὶ ὅτι μόνος ὁ σοφὸς πλούσιος, τουτέστιν ὁ εἰδὼς χρήσασθαι παρόντι τῷ πλούτῳ, εἰ καὶ μὴ πάρεστιν.

Cf. Proclus in Plat. Alcib. pr. p. 164 ed. Creuzer. Ταῦτ’ ἄρα καὶ τὴν Στωϊκὴν μεγαληγορίαν ὑπερβέβληκεν ὁ Σωκράτης ἐν τούτοις. Τί γὰρ ἄλλο ἐστὶν ἐκ τῶν εἰρημένων συνάγειν ἢ ὅτι μόνος ἄρχων ὁ σπουδαῖος, μόνος δυνάστης, μόνος βασιλεύς, μόνος ἡγεμὼν πάντων, μόνος ἐλεύθερος, καὶ ὅτι πάντα τῶν σπουδαίων ἐστίν, ὅσα καὶ τῶν θεῶν· κοινὰ γὰρ τὰ τῶν φίλων· εἴπερ οὖν πάντα τῶν θεῶν, πάντα καὶ τῶν σπουδαίων.

- - Ὡς γὰρ τέκτονα λέγομεν οὐ τὸν ἔχοντα τὰ ὄργανα τοῦ τέκτονος, ἀλλὰ τὸν τὴν τέχνην κεκτημένον· οὕτω καὶ ἄρχοντα καὶ βασιλέα τὸν ἔχοντα τὴν βασιλικὴν ἐπιστήμην, ἀλλ’ οὐ τὸν κρατοῦντα πολλῶν. Ὄργανον γάρ ἐστιν ἡ φαινομένη δύναμις, τὸ δὲ χρώμενον ἡ ἕξις· χωρὶς δὲ ταύτης οὐκ ἂν ποτέ τις ἄρχων εἴη ⟨ἢ⟩ βασιλεύς.

Clemens Al. Strom. II p. 438 Pott. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν. Εἰ γὰρ ἡ βασιλεία σπουδαῖον, ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων· ὁ νόμος, λόγος ὢν ὀρθός, σπουδαῖος· ἃ καὶ ἐστίν. Τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ σοφῷ· ὁ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.