Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo de nominum mutat. § 152 Vol. III p. 182, 23 Wendl. μόνον τὸν σοφὸν βασιλέα. Καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστίν, εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ καὶ ἃ μή· ὁ δὲ σώφρων ἀκολάστων, τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος, ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος, ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀῤῥεποῦς στοχαζόμενος.
Philo de migrat. Abrah. § 197 Vol. II p. 307, 8 Wendl. βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα.
Lucian. vitarum auctio 20 (Mercurius Chrysippum vendens dicit:) ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης.
Stobaeus ecl. II 95, 9 W. Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον, ἔτι δὲ χρηματιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἕξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων καὶ κτήδεως ἐπιμέλειαν καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων· τὴν δὲ χρηματιστικὴν ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφ’ ὧν δέον καὶ ἕξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιοῦσαν ἐν συναγωγῇ χρημάτων καὶ τηρήσει καὶ ἀναλώσει πρὸς εὐπορίαν· τὸ δὲ χρηματίζεσθαί τινες μὲν μέσον εἶπον εἶναι, τινὲς δὲ ἀστεῖον.
Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἴκου γίνεσθαι, μηδὲ δύνασθαι οἰκίαν εὖ οἰκονομουμένην παρασχεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γινώσκοντα ἀφ’ ὧν χρηματιστέον καὶ πότε καὶ πῶς καὶ μέχρι πότε.