Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 122. ὁμοίως δὲ καὶ ἀρχικοὺς δικαστικούς τε καὶ ῥητορικοὺς μόνους εἶναι, τῶν δὲ φαύλων οὐδένα.

Stobaeus eclog. II 7 p. 96 Wachsm. Τόν τε νόμον σπουδαῖον εἶναί φασι, λόγον ὀρθὸν ὄντα πραστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. Τοῦ δὲ νόμου ἀστείου ὄντος καὶ ὁ νόμιμος ἀστεῖος ἂν ⟨εἴη⟩· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα καὶ ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων, νομικὸν δὲ τὸν ἐξηγητικὸν τοῦ νόμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν.

Iisdem fere verbis iteratur ibid. p. 102, 3-10.

Stobaeus ecl. II 102, 4 W. Τοῦ δὲ νόμου ὄντος σπουδαίου, καθάπερ εἴπομεν, ἐπειδὴ λόγος ὀρθός ἐστι προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, μόνον τὸν σοφὸν εἶναι λέγουσι νόμιμον, πρακτικὸν ὄντα τῶν ὑπὸ τοῦ νόμου προσταττομένων καὶ μόνον ἐξηγητικὸν τούτου, δι’ ὃ καὶ νομικὸν εἶναι· τοὺς δ’ ἠλιθίους ἐναντίως ἔχειν.

Stobaeus ecl. II 102, 11 W. Ἀστείοις δ’ ἔτι καὶ τὴν ἀρχικὴν κατανέμουσιν ἐπιστασίαν καὶ τὰ ταύτης εἴδη, βασιλείαν, στρατηγίαν, ναυαρχίαν καὶ τὰς ταύταις παραπλησίους. Κατὰ τοῦτο δὴ καὶ μόνος ὁ σπουδαῖος ἄρχει καὶ εἰ μὴ πάντως κατ’ ἐνέργειαν, κατὰ διάθεσιν δὲ καὶ πάντως. Καὶ πειθαρχικὸς μόνος ὁ σπουδαῖός ἐστιν, ἀκολουθητικὸς ὢν ἄρχοντι. Τῶν δ’ ἀφρόνων οὐδεὶς τοιοῦτος· οὔτε γὰρ ἄρχειν οὔτ’ ἄρχεσθαι οἷός ⟨τ’⟩ ἐστιν ὁ ἄφρων, αὐθάδης τις ὢν καὶ ἀνάγωγος.