Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Gregorius Nazianzenus epist. 32. Ἐπαινῶ δὲ τῶν ἀπὸ τῆς Στοᾶς τὸ νεανικόν τε καὶ μεγαλόνουν, οἳ μηδὲν κωλύειν φασὶ πρὸς εὐδαιμονίαν τὰ ἔξωθεν, ἀλλ’ εἶναι τὸν σπουδαῖον μακάριον, κἂν ὁ Φαλάριδος ταῦρος ἔχῃ καιόμενον.
Stobaeus ecl. II 101, 5 W. τῶν τε ἀγαθῶν μηδενὸς μετέχειν τοὺς φαύλους, ἐπειδὴ τὸ ἀγαθὸν ἀρετή ἐστιν ἢ τὸ μετέχον ἀρετῆς· τά τε παρακείμενα τοῖς ἀγαθοῖς, ἅπερ ἐστὶν ὧν χρή, ὠφελήματα ὄντα, μόνοις τοῖς σπουδαίοις συμβαίνειν· καθάπερ καὶ τὰ παρακείμενα τοῖς κακοῖς, ἅπερ ἐστὶν ὧν οὐ χρή, μόνοις τοῖς κακοῖς· βλάμματα γὰρ εἶναι. καὶ διὰ τοῦτο τοὺς μὲν ἀγαθοὺς ἀβλαβεῖς πάντας εἶναι κατ’ ἀμφότερα, οὔτε βλάπτειν οἵους τε ὄντας οὔτε βλάπτεσθαι, τοὺς δὲ φαύλους κατὰ τοὐναντίον.