Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Dio Chrysost. or. LXIX § 4 (Vol. II p. 175, 14 Arn.). ἄν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς.

οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς·

οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ’ ἀγνοοῦσι τὰ καθ’ αὑτοὺς πράγματα· οὐδὲ οἳ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἱόντε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι.

Stephanus fragm. comment. in Aristot. Rhet. III p. 325, 13 Rabe. οἱ Στωϊκοὶ εὐδαίμονα λέγουσι τὸν τὰς Πριαμικὰς συμφορὰς ὑπομένοντα.