Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 123. ἀβλαβεῖς τε εἶναι· οὔ⟨τε⟩ γὰρ ἄλλους βλάπτειν οὔτε αὑτούς.

Stobaeus ecl. II p. 100, 7 W. Καθόλου δὲ τοῖς μὲν σπουδαίοις πάντα τἀγαθὰ ὑπάρχειν, τοῖς δὲ φαύλοις πάντα τὰ κακά. Οὐ νομιστέον δὲ λέγειν αὐτοὺς οὕτως, ὡς εἴ τινά ἐστιν ἀγαθά, ἐκεῖνα ὑπάρχει τοῖς σπουδαίοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν κακῶν· ἀλλά τοι τοὺς μὲν τοσαῦτα ἔχειν ἀγαθὰ ὥστε μηδὲν ἐλλείπειν εἰς τὸ τέλειον αὐτοῖς εἶναι τὸν βίον ⟨καὶ εὐδαίμονα⟩, τοὺς δὲ τοσαῦτα κακά, ὥστε τὸν βίον ἀτελῆ εἶναι καὶ κακοδαίμονα.