Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 115, 5 W. Λέγουσι δὲ μήτε παρὰ τὴν ὄρεξιν μήτε παρὰ τὴν ὁρμὴν μήτε παρὰ τὴν ἐπιβολὴν γίνεσθαί τι περὶ τὸν σπουδαῖον, διὰ τὸ μεθ’ ὑπεξαιρέσεως πάντα ποιεῖν τὰ τοιαῦτα καὶ μηδὲν αὐτῷ τῶν ἐναντιουμένων ἀπρόληπτον προσπίπτειν.
Seneca de beneficiis IV 34. Non mutat sapiens consilium omnibus his manentibus, quae erant, cum sumeret. ideo nunquam illum poenitentia subit, quia nihil melius illo tempore fieri potuit, quam quod factum est, nihil melius constitui, quam quod constitutum est. ceterum ad omnia cum exceptione venit: si nihil inciderit, quod impediat. ideo omnia illi succedere dicimus et nihil contra opinionem accidere, quia praesumit animo posse aliquid intervenire, quod destinata prohibeat.
Philo Quod deus sit immut. § 22 Vol. II p. 61, 1 Wendl. καίτοι τινῶν ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν. Τοὺς γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης ἀγαθὸν εὕρασθαι, τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ στεῤῥότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν ἐγχειρεῖν.
Stobaeus eclog. II 7 p. 99, 9 W. Καὶ τὸν μὲν σπουδαῖον, ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενον ἐν τοῖς πραττομένοις ὑπ’ αὐτοῦ, πάντ’ εὖ ποιεῖν, καθάπερ φρονίμως καὶ σωφρόνως καὶ κατὰ τὰς ἄλλας ἀρετάς· τὸν δὲ φαῦλον κατὰ τοὐναντίον κακῶς. Καὶ τὸν μὲν σπουδαῖον μέγαν εἶναι καὶ ἁδρὸν καὶ ὑψηλὸν καὶ ἰσχυρόν. Μέγαν μέν, ὅτι δύναται ἐφικνεῖσθαι τῶν κατὰ προαίρεσιν ὄντων αὐτῷ καὶ προκειμένων· ἁδρὸν δὲ ὅτι ἐστὶν ηὐξημένος πάντοθεν· ὑψηλὸν δ’ ὅτι μετείληφε τοῦ ἐπιβάλλοντος ὕψους ἀνδρὶ γενναίῳ καὶ σοφῷ· καὶ ἰσχυρὸν δ’ ὅτι τὴν ἐπιβάλλουσαν ἰσχὺν περιπεποίηται, ἀήττητος ὢν καὶ ἀκαταγώνιστος. Παρ’ ὃ καὶ οὔτε ἀναγκάζεται ὑπό τινος οὔτε ἀναγκάζει τινά, οὔτε κωλύεται οὔτε κωλύει, οὔτε βιάζεται ὑπό τινος οὔτ’ αὐτὸς βιάζει τινά, οὔτε δεσπόζει οὔτε δεσπόζεται, οὔτε κακοποιεῖ τινα οὔτ’ αὐτὸς κακοποιεῖται, οὔτε κακοῖς περιπίπτει ⟨οὔτ’ ἄλλον ποιεῖ κακοῖς περιπίπτειν⟩ οὔτ’ ἐξαπατᾶται οὔτε ἐξαπατᾷ ἄλλον, οὔτε διαψεύδεται οὔτε ἀγνοεῖ οὔτε λανθάνει ἑαυτὸν οὔτε καθόλου ψεῦδος ὑπολαμβάνει· εὐδαίμων δ’ ἐστὶ μάλιστα καὶ εὐτυχὴς καὶ μακάριος καὶ ὄλβιος καὶ εὐσεβὴς καὶ θεοφιλὴς καὶ ἀξιωματικός, βασιλικός τε καὶ στρατηγικὸς καὶ πολιτικὸς καὶ οἰκονομικὸς καὶ χρηματιστικός. Τοὺς δὲ φαύλους ἅπαντα τούτοις ἐναντία ἔχειν.
Cf. ibidem p. 102, 20 W. Πάντα τε εὖ ποιεῖ ὁ νοῦν ἔχων· καὶ γὰρ φρονίμως καὶ ἐγκρατῶς καὶ κοσμίως καὶ εὐτάκτως ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενος συνεχῶς. ὁ δὲ φαῦλος, ἄπειρος ὢν τῆς ὀρθῆς χρήσεως, πάντα κακῶς ποιεῖ καθ’ ἣν ἔχει διάθεσιν ἐνεργῶν, εὐμετάπτωτος ὢν καὶ παρ’ ἕκαστα μεταμελείᾳ συνεχόμενος. Εἶναι δὲ τὴν μεταμέλειαν λύπην ἐπὶ πεπραγμένοις ὡς παρ’ αὑτοῦ ἡμαρτημένοις, κακοδαιμονικόν τι πάθος ψυχῆς καὶ στασιῶδες· ἐφ’ ὅσον γὰρ ἄχθεται τοῖς συμβεβηκόσιν ὁ ἐν ταῖς μεταμελείαις ὤν, ἐπὶ τοσοῦτον ἀγανακτεῖ πρὸς ἑαυτὸν ὡς αἴτιον γεγονότα τούτων.