Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 66, 14 W. Λέγουσι δὲ καὶ πάντ’ εὖ ποιεῖν τὸν σοφόν, ἃ ποιεῖ· δῆλον. Ὃν τρόπον γὰρ λέγομεν πάντ’ εὖ ποιεῖν τὸν αὐλητὴν ἢ κιθαρῳδόν, συνυπακουομένου τοῦ ὅτι τὰ μὲν κατὰ τὴν αὔλησιν, τὰ δὲ κατὰ τὴν κιθαρῳδίαν, τὸν αὐτὸν τρόπον πάντ’ εὖ ποιεῖν τὸν φρόνιμον, καὶ ὅσα ποιεῖ καὶ οὐ μὰ Δία καὶ ἃ μὴ ποιεῖ. Τῷ γὰρ κατὰ λόγον ὀρθὸν ἐπιτελεῖν πάντα καὶ οἷον κατ’ ἀρετήν, περὶ ὅλον οὖσαν τὸν βίον τέχνην,

ἀκόλουθον ᾠήθησαν τὸ περὶ τοῦ πάντ’ εὖ ποιεῖν τὸν σοφὸν δόγμα. κατὰ τὸ ἀνάλογον δὲ καὶ τὸν φαῦλον πάντα ὅσα ποιεῖ κακῶς ποιεῖν κατὰ πάσας τὰς κακίας.

Diog. Laërt. VII 125. πάντα τε εὖ ποιεῖν τὸν σοφόν, ὡς καὶ πάντα φαμὲν τὰ αὐλήματα εὖ αὐλεῖν τὸν Ἰσμηνίαν.

Dio Chrysost. or. LXXI § 5 (Vol. II p. 182 Arn.). ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόν τε εἶναι πάσας εἰδέναι (χαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαι), ποιῆσαι δ’ ἂν ἅπαντα βέλτιον ὅ, τι ἂν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων, καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα - τοῦτο γὰρ οὐχ οἷόν τε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν ἢ τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι - ποῦ δ’ ἂν διαφέροι; τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν.

Stobaeus ecl. II 102, 20 W. Πάντα τε εὖ ποιεῖ ὁ νοῦν ἔχων, καὶ γὰρ φρονίμως καὶ ἐγκρατῶς καὶ κοσμίως καὶ εὐτάκτως ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενος συνεχῶς. ὁ δὲ φαῦλος, ἄπειρος ὢν τῆς ὀρθῆς χρήσεως, πάντα κακῶς ποιεῖ καθ’ ἣν ἔχει διάθεσιν ἐνεργῶν, εὐμετάπτωτος ὢν καὶ παρ’ ἕκαστα μεταμελείᾳ συνεχόμενος. Εἶναι δὲ τὴν μεταμέλειαν λύπην ἐπὶ πεπραγμένοις ὡς παρ’ αὑτοῦ ἡμαρτημένοις, κακοδαιμονικόν τι πάθος ψυχῆς καὶ στασιῶδες· ἐφ’ ὅσον γὰρ ἄχθεται τοῖς συμβεβηκόσιν ὁ ἐν ταῖς μεταμελείαις ὤν, ἐπὶ τοσοῦτον ἀγανακτεῖ πρὸς ἑαυτὸν ὡς αἴτιον γεγονότα τούτων· δι’ ὃ καὶ ἄτιμον εἶναι πάντα φαῦλον, μήτε τιμῆς ἄξιον ὄντα μήτε τίμιον ὑπάρχοντα. τὴν γὰρ τιμὴν εἶναι γέρως ἀξίωσιν, τὸ δὲ γέρας ἆθλον ἀρετῆς εὐεργετικῆς. τὸν οὖν ἀρετῆς ἀμέτοχον ἄτιμον δικαίως λέγεσθαι.