Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VIII 122. ἔτι καὶ ἀναμαρτήτους (scil. εἶναι τοὺς σοφούς) τῷ ἀπεριπτώτους εἶναι ἁμαρτήματι.

Stobaeus ecl. II 65, 12 W. φασὶ δὲ καὶ πάντα ποιεῖν τὸν σοφὸν ⟨κατὰ⟩ πάσας τὰς ἀρετάς. πᾶσαν γὰρ πρᾶξιν τελείαν αὐτοῦ εἶναι, διὸ καὶ μηδεμιᾶς ἀπολελεῖφθαι ἀρετῆς.

Philo de fortitudine Vol. II Mang. p. 426. ὡς δὴ ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν αὐτῆς καλοκἀγαθίας πεπληρῶσθαι. Κρίνεται γὰρ οὐ ποσότητι ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν· ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβον εἶναι κατορθουμένην. - - - διότι πάσαις μὲν ταῖς κινήσεσι, πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικός τε ὁμοῦ καὶ οἰκονόμος, τὰ μὲν ἔνδον ἐξορθῶν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς ᾗ συμφέρον ἐπανορθοῦσθαι.

Philo de anim. sacrif. idon. Vol. II Mang. p. 249. τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκαγαθίαν ἀφορίας ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι.