Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν ed. Bas. I 351 K. p. 820. διὰ

τοῦτο (scil. Posidonius) κατά γε τὴν περὶ τῶν παθῶν πραγματείαν ἐναντιώτατα φρονεῖ Χρυσίππῳ καὶ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν, πολλὰ μὲν ὧν εἶπε Χρύσιππος ἐν τοῖς λογικῶς ζητουμένοις περὶ τῶν παθῶν τῆς ψυχῆς μεμψάμενος, ἔτι δὲ πλείω τῶν ἐν τοῖς περὶ διαφορῶν τῶν ἀρετῶν.

Philodemus περὶ ὀργῆς Col. I (p. 17 Gomp.). εἰ μὲν οὖν ἐπετίμα τοῖς ψέγουσι μόνον, ἄλλο δὲ μηδὲ ἓν ποιοῦσιν ἢ † βα . . λως† Βίων ἐν τῷ περὶ τῆς ὀργῆς καὶ Χρύσιππος ἐν τ(ῶ)ι πε(ρὶ) παθῶν (θε)ρ(α)πευ(τι)κῷ, κἂν μετρίως ἵστατο.

Galenus de H. et Plat. decr. V 2 (158) p. 413 Mü. ἀλλά, νὴ Δία, φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. At, Galenus inquit, Chrysippus ipse hanc corporis et animi analogiam instituit. τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί;

Οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη, ἣν προσαγορεύομεν ἰατρικήν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχὴν ἐστί τις τέχνη, οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνης. διὸ καί, καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει, ἀμφοτέρων τούτων ἐντὸς εἶναι, ὡς ἔνι ἄριστα. καὶ ὅτι οὕτως ἔχει, μάθοι ἄν τις τῆς πρὸς ταῦτα ἀναλογίας παρατεθείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν τῶν θεραπειῶν ὁμοιότητα, καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν.

ὅτι μὲν οὖν ἀναλογίαν τινὰ βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγονέναι, καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως, ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει, τόνδε τὸν τρόπον ἐχόντων·

Καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία [καὶ τόνος], πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, εὐεξία τε καὶ καχεξία, καὶ τἄλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀῤῥωστήματα καὶ νοσήματα, κατὰ τὸν αὐτόν, φησί, τρόπον ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται.

εἶθ’ ἑξῆς ἐπιφέρων φησίν Ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης. Καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ

ἀσθενεῖν καὶ εὐτόνους καὶ ἀτόνους εἶναι, καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ’ αὐτὴν ἀῤῥωστήματος λεγομένου καὶ τῶν τούτοις παραπλησίων.

His verbis dicit Galenus Chrysippum analogiam statuisse quae inter synonymas et corporis et animi condiciones intercedat:καὶ γὰρ τοὔνομα καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτόν, εἴ γε δὴ συνώνυμά φησιν ὑπάρχειν αὐτά. - - ὅτι μὲν οὖν πρόκειται τῷ Χρυσίππῳ ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν, οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος, ἀλλὰ (416 Mü.) τῇ διδασκαλίᾳ μεμπτέον, ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῷ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν ἠθικῷ. γράφει γοῦν ὧδε·

Διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ.

Καὶ μετ’ ὀλίγα·

Ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν δ’ εἰρημένων.

Καὶ πάλιν ἐφεξῆς·

Οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην τῶν ῥηθέντων εὐκρασίαν.

Καὶ πάλιν ἐφεξῆς·

Λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς καὶ ξηροῖς γενομένη συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δ’ ἐν νεύροις συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια καὶ εὐτονία ἢ ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος ἢ αἶσχος.

Sequentibus G. multis verbis probare studet, Chrysippum dicere nequivisse: τίνων ἐστὶ μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία καὶ νόσος ἀσυμμετρία.

Galenus de H. et Plat. decr. V 2 (160) p. 420 M. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί.

Διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν.

- - τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ, τῷ λογιστικῷ, καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περι

πλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει·

Ἔστι δὲ τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. Καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον οὕτως ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς.

ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων. ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας, οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς.