Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de H. et Plat. decr. V 3 (161) p. 425 Mü. Analogiam, quam inter corporis et animi condiciones intercedere iudicat, demonstrare Chrysippus non potuit μετὰ τοῦ καὶ συγχεῖν εἰς ταὐτὸν τὴν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος. ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο, τὴν μὲν ὑγίειαν ἐν τῇ τῶν στοιχείων συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως, ἐν ᾗ τὴν μὲν ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν σωμάτων ἐστίν, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων, ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει etc.
p. 427 M. κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν. ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο, παρέλιπεν, εἰς ταὐτὸν οἶμαι συγχέων ἄμφω, καὶ μὴ δυνάμενος ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι.
Galenus de H. et Plat. decr. IV 6 (147) p. 376 Mü. Ὅτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς
αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία τὸ μὲν εὐτονίαν τὸ δ’ ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας. ἀλλὰ τοιούτων, ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικήν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς καὶ μὴ παραμείναντος ἕως παντὸς μήδ’ ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω, περὶ τούτων ἐκδιδάσκουσαν. ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ.Ἔτι δὲ καὶ κατὰ τοῦτ’ ἴσως οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες, τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις, καὶ ὁ ἐν τῇ ψυχῇ τόνος λέγεται, ὡς εὐτονία καὶ ἀτονία.
Καὶ ἐφεξῆς·
Ὥσπερ γὰρ ἐν δρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τοῖς παραπλησίοις ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτική, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτο νευρῶδες, καθ’ ὃ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν καὶ νεῦρα ἔχειν.
εἶθ’ ἑξῆςἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει·
Ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ καθ’ ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς καὶ φίλους καὶ πόλεις προδιδόναι, καὶ αὑτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι, τῆς πρὸς θάτερα φορᾶς ἐκλυθείσης. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς εἰς τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὕτη εἴρηκεν αὐτῷ· (Eur. Andr. 629. 630)
σὺ δ’ ὡς ἐσεῖδες μαστὸν [ἐκείνης] ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα.
p. 380 Mü. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ·
Διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας, ἀσθενῶς καὶ κακῶς ἕκαστα πράττειν ἂν λέγοιντο.
De verbisκατὰ πολλὰς αἰτίαςdisputat Galenus: Utinam multas illas Chr. causas protulisset: εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν, καὶ μάλιστα τὴν θεραπευτικήν, ἐν ᾗ ταῦτ’ ἔγραψεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας, ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν, ὥστ’ οὐδ’ αὐτὴν ταύτην ἧς μέμνηται νῦν ἐδήλωσε σαφῶς.
Versus quosdam Medeae Euripidis attulisse Chrys. in hoc libro G. testatur p. 382 Mü.: ἡ δέ γε Μήδεια βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν· (Eur. Med. 1078. 1079)
Καὶ μανθάνω μέν, οἷα δρᾶν μέλλω κακά, Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.
Cuius rei exemplum hos versus attulerit Chr., ex Galeni loco non patet.
Origenes contra Celsum I 64 Vol. I p. 117, 16 Kö. (p. 379 Delarue). καὶ ταῦτα δ’ ἂν προσθείην τοῖς λεγομένοις ὅτι Χρύσιππος ἐν τῷ περὶ παθῶν θεραπευτικῷ πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖον τὸ τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καὶ φησίν ὅτι κἂν ἡδονὴ τέλος ᾖ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἂν τρία γένη τῶν ἀγαθῶν, οὐδὲν ἧττον καὶ κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς.
Cf. VIII 51 Vol. II p. 266, 18 Kö. (p. 779 Del.). ἀλλὰ φιλανθρωπότερον οἶμαι Κέλσου Χρύσιππον πεποιηκέναι ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, βουλόμενον θεραπεῦσαι τὰ πάθη ὡς κατεπείγοντα καὶ ἐνοχλοῦντα τὴν ἀνθρωπίνην ψυχήν, προηγουμένως μὲν τοῖς δοκοῦσιν αὐτῷ ὑγιέσι λόγοις, δευτέρως δὲ καὶ τρίτως κἂν τοῖς μὴ ἀρέσκουσι τῶν δογμάτων·
Κἂν γὰρ τρία, φησίν, ᾗ γένη τῶν ἀγαθῶν, καὶ οὕτω θεραπευτέον τὰ πάθη· οὐ περιεργαζόμενον ἐν τῷ καιρῷ τῆς φλεγμονῆς
τῶν παθῶν τὸ προκαταλαβὸν δόγμα τὸν ὑπὸ τοῦ πάθους ἐνοχλούμενον· μή πως τῇ ἀκαίρῳ περὶ τὴν ἀνατροπὴν τῶν προκαταλαβόντων τὴν ψυχὴν δογμάτων σχολῇ ἡ ἐγχωροῦσα θεραπεία παραπόληται. Φησὶ δὲ ὅτι κἂν ἡδονὴ ᾖ τὸ ἀγαθὸν καὶ τοῦτο φρονῇ ὁ ὑπὸ τοῦ πάθους κρατούμενος· οὐδὲν ἧττον αὐτῷ βοηθητέον καὶ παραδεικτέον, ὅτι καὶ τοῖς ἡδονὴν τἀγαθὸν καὶ τέλος τιθεμένοις ἀνομολογούμενόν ἐστι πᾶν πάθος.Galenus de H. et Plat. decr. IV 6 (149) p. 383 Mü. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρία ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ·
Ἔστι δ’, ὡς οἶμαι, κοινότατον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ’ ὃ καὶ θυμῷ φαμέν τινας φέρεσθαι.
καὶ πάλιν·
Διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς ὂντας.
καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα·
Ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν.
τό τε γὰρ θυμῷ φέρεσθαι καὶ ἐξεστηκέναι καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς εἶναι καὶ πάνθ’ ὅσα τοιαῦτα, φανερῶς μαρτυρεῖ τῷ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα·
Διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτοὺς εἴτ’ ἄμεινον εἴτε μὴ καὶ μηδὲν λέγειν αὐτοῖς καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς.
καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα etc. - - ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, καθάπερ ἔχει καὶ τάδε·
Οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους, καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου.
Καὶ γὰρ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε·
Οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχει γ’ αὐτοῖς λέγεσθαι·
(Eur. fr. 341N) Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ· Ἄν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.
(Eur. fr. 668N) - - - Νουθετούμενος δ’ ἔρως Μᾶλλον πιέζει. - -
Καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως·
Ὅτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν.
καὶ ἔτι τὰ τούτων ἑξῆς·
Ἔτι μᾶλλον ⟨ἂν⟩ ἐξείη, φησίν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ.