Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de H. et Plat. decr. V 2 (156) p. 407 Mü. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δὲ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαῤῥοίας ἤ τι τοιοῦτον ἕτερον ἐπὶ σμικρᾷ καὶ τυχούσῃ προφάσει. Dein affert G. quae contra Chrysippum Posidonius disputaverat, quem ipsum quoque in quibusdam erravisse, evincere studet. Pergit p. 411 Mü.
Χρύσιππος δ’ ἀτοπώτερον ἔτι (sc. τοῦ Ποσειδωνίου), μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστῶσι, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς· γράφει γοῦν ὧδε·
Ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν οὐ περιοδικῶς ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται, καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινομένων αἰτίων.
οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. Sequentibus probat Galenus τοὺς πενθοῦντας ἢ ἐρῶντας ἢ φθονοῦντας bene cum iis comparari, qui in quartanis vel tertianis periodis sint, ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ’ ἐπιθυμία τις ὑπόγυιος ἢ θυμός, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὒ etc.
Ubi verba supra allata scripta fuerint, elucet ex verbis p. 419, 8 M.: διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ.
Galenus de H. et Plat. decr. IV 7 (152) p. 394 Mü. ex Posidonio: ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ, γράφων ὧδε·
Ζητήσαι δ’ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινὸς μετακινουμένης, ἢ πασῶν διαμενουσῶν, καὶ διὰ τί τοῦτ’ ἔσται." (cf. p. 455, 2 M. τὴν αἰτίαν ἀποδίδωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν).
εἶτ’ ἐπιφέρων φησί·
Δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτό, ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καί, ὡς οἶμαι, ἡ ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς, διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν ἀσυλλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν [μὴ] ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ καὶ ἐνίστηταί τι ἢ μηδέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμῶν, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν, ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις.
ὅτι μὲν οὖν τῷ χρόνῳ παύεται τὰ πάθη, καίτοι τῆς δόξης διαμενούσης,
αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν. - - σὺ δ’ - - οἴει λελύσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τά πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα etc.Contra verba Chrysippi supra prolata pugnat Posidonius apud Galenum l. l. p. 153. 154. p. 400 M. Iterum laudantur verba τυχὸν δὲ - ποιῇ, verbo μὴ ante ὁμοίας omisso.
Galenus de H. et Plat. decr. IV 7 (152) p. 397 Mü. de Posidonio: προσχρῆται δ’ εἰς τοῦτο (sc. ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεσθαι τὰ πάθη) μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως γράφοντι·
Περὶ δὲ τῆς λύπης [καὶ] ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον· (δ 541. Ω 514)
Ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη, Καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον, τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς.
εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα·
Καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων, καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης, τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν.
ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ, τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους, καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ ἡσυχάσαντος, τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα.
Λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν·(δ 103)
- - λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο.καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν (Eur. fr. 576N)
- - τοῖς δὲ δυστυχοῦσί πως Τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας.καὶ ἔτι τούτων ἐφεξῆς· (δ 113?)
Ὡς φάτο· τοῖσι ὁὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.καί· (Eur. El. 125. 126)
Τὸν αὐτὸν ἀνέγειρε γόον, ἄναγε πολύδακρυν ἀηδόνα.
ἔστι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θρήνου καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτῶν, οὕτως καὶ τυγχανόντων αὐτῶν ἐμπίπλαται, κἂν τούτῳ τὴν ἑαυτῶν κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅτι παρήγετο. Ultima (a verbis ἔστι δὲ ἀμέλει) omnia Posidonio tribuenda arbitror.
Plutarchus de virtute morali cp. 10 p. 449d. Ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας, εἰ μὲν ἄλλῃ πῃ παρορῶσι τὸ ἀληθὲς οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν, ἐν δὲ τοῖς πλείοσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατ’ αὐτούς ἐστι καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει. μεγάλαι δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται - - - - ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν, ἐν ιἧ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ λόγῳ δεχομένας.
p. 450b. ἐκεῖνο δ’ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθ’ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις.