Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Clemens Al. Strom. II p. 466 Pott. τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι· καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς· τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι· τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ τοιαῦτα.

Alexander Aphrod. comm. in Aristot. Topica II p. 96 Ald. p. 181, 1 Wal. ταὐτὸν γὰρ κατὰ τὸ ὑποκείμενόν τε καὶ σημαινόμενον ἡδονὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις, Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ ἐστι τοῦτο, ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων.

Seneca ep. 59, 2. vitium esse voluptatem credimus. - - Scio, inquam, et voluptatem, si ad nostrum album verba dirigimus, rem infamem esse, et gaudium nisi sapienti non contingere. est enim animi elatio suis bonisverisque fidentis. - gaudio autem iunctum est non desinere nec in contrarium verti.

Philo de migrat. Abrah. § 156 Vol. II p. 299, 3 Wendl. Ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς στενάζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφοράς, διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον, ἢ διὰ περιχάρειαν· γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ (Hom. Ζ 484)

Δακρυόεν γελάσασα.
Προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ, μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα· θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα.