Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Galenus de locis affectis I 3 Vol. VIII p. 32 K. κινήσεως δ’ οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα, παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ’ ἐνίοτε καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζομεν πάθος.

Cicero Tusc. disp. IV 32. Aegrotationes autem morbique animorum difficilius evelli posse putantur, quam summa illa vitia, quae virtutibus sunt contraria. Morbis enim manentibus vitia sublata esse possunt, quia non tam celeriter sanantur, quam illa tolluntur.

Diog. Laërt. VII 115. εἶναι δὲ καὶ εὐπαθείας φασὶ τρεῖς, χαράν, εὐλάβειαν, βούλησιν. καὶ τὴν μὲν χαρὰν ἐναντίαν φασὶν εἶναι τῇ ἡδονῇ, οὖσαν εὔλογον ἔπαρσιν, τὴν δὲ εὐλάβειαν τῷ φόβῳ, οὖσαν εὔλογον ἔκκλισιν· φοβηθήσεσθαι μὲν γὰρ τὸν σοφὸν οὐδαμῶς, εὐλαβηθήσεσθαι δέ. τῇ δὲ ἐπιθυμίᾳ ἐναντίαν φασὶν εἶναι τὴν βούλησιν, οὖσαν εὔλογον ὄρεξιν. καθάπερ οὖν ὑπὸ τὰ πρῶτα πάθη πίπτει τινά, τὸν αὐτὸν τρόπον καὶ ὑπὸ τὰς πρώτας εὐπαθείας· καὶ ὑπὸ μὲν τὴν βούλησιν εὔνοιαν, εὐμένειαν, ἀσπασμόν, ἀγάπησιν, ὑπὸ δὲ τὴν εὐλάβειαν αἰδῶ, ἁγνείαν, ὑπὸ δὲ τὴν χαρὰν τέρψιν, εὐφροσύνην, εὐθυμίαν.

Andronicus περὶ παθῶν 6 (p. 20 Kreuttner).Εὐπαθείας εἴδη γ’. Βούλησις μὲν οὖν ἐστιν εὔλογος ὄρεξις. Χαρὰ δὲ εὔλογος ἔπαρσις. Εὐλάβεια δὲ εὔλογος ἔκκλισις. Βουλήσεως εἴδη δ’. Εὔνοια μὲν οὖν ἐστι βούλησις ἀγαθῶν ⟨ἑτέρῳ⟩ αὐτοῦ ἕνεκεν ἐκείνου. Εὐμένεια δὲ εὔνοια ἐπίμονος. Ἀσπασμὸς δὲ ἀδιάστατος ⟨εὔνοια⟩ Ἀγάπησις - - - Χαρᾶς εἴδη γ’. Τέρψις μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις. Εὐφροσύνη δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις. Εὐθυμία δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός. Εὐλαβείας εἴδη β’. Λἰδὼς μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου. Ἁγνεία δὲ εὐλάβεια τῶν περὶ θ⟨εοὺς⟩ ἁμαρτημάτων.