Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Andronicus περὶ παθῶν 5 (p. 19 Kreuttner)Ἡδονῆς εἴδη εʹ. Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς. Τέρψις δὲ ἡδονὴ δι’ ὄψεως ἢ δι’ ἀκοῆς.
Κήλησις δὲ ἡδονὴ δι’ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ δι’ ἀπάτης γινομένη. Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν. Γοητεία δὲ ἡδονὴ κατ’ ἀπάτην ἢ διὰ μαγείας.Stobaeus ecl. II 91, 20 W. ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀσμενισμὸς δὲ ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις· γοητεία δὲ ἡδονὴ δι’ ὄψεως κατὰ ἀπάτην.